Septante (AT)
Cantique des Cantiques 4:3-11
3ὡς σπαρτίον τὸ κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραία. ὡς λέπυρον τῆς ῥόας μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου.
4ὡς πύργος Δαυιδ τράχηλός σου ὁ ᾠκοδομημένος εἰς θαλπιωθ· χίλιοι θυρεοὶ κρέμανται ἐπ αὐτόν, πᾶσαι βολίδες τῶν δυνατῶν.
5δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος οἱ νεμόμενοι ἐν κρίνοις.
6ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί, πορεύσομαι ἐμαυτῷ πρὸς τὸ ὄρος τῆς σμύρνης καὶ πρὸς τὸν βουνὸν τοῦ Λιβάνου.
7ὅλη καλὴ εἶ, ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί.
8Δεῦρο ἀπὸ Λιβάνου, νύμφη, δεῦρο ἀπὸ Λιβάνου· ἐλεύσῃ καὶ διελεύσῃ ἀπὸ ἀρχῆς πίστεως, ἀπὸ κεφαλῆς Σανιρ καὶ Ερμων, ἀπὸ μανδρῶν λεόντων, ἀπὸ ὀρέων παρδάλεων.
9Ἐκαρδίωσας ἡμᾶς, ἀδελφή μου νύμφη, ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ ὀφθαλμῶν σου, ἐν μιᾷ ἐνθέματι τραχήλων σου.
10τί ἐκαλλιώθησαν μαστοί σου, ἀδελφή μου νύμφη, τί ἐκαλλιώθησαν μαστοί σου ἀπὸ οἴνου ; καὶ ὀσμὴ ἱματίων σου ὑπὲρ πάντα τὰ ἀρώματα.
11κηρίον ἀποστάζουσιν χείλη σου, νύμφη, μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου, καὶ ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ Λιβάνου.
Commentaires sur Cantique des Cantiques 4
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires