Septante (AT)
Cantique des Cantiques 2:1-7
1Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων.
2Ὡς κρίνον ἐν μέσῳ ἀκανθῶν, οὕτως ἡ πλησίον μου ἀνὰ μέσον τῶν θυγατέρων.
3Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν· ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καὶ καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου.
4Εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου, τάξατε ἐπ ἐμὲ ἀγάπην.
5στηρίσατέ με ἐν ἀμόραις, στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ.
6εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου, καὶ ἡ δεξιὰ αὐτοῦ περιλήμψεταί με.
7ὥρκισα ὑμᾶς, θυγατέρες Ιερουσαλημ, ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ θελήσῃ.
Commentaires sur Cantique des Cantiques 2
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires