Psaumes 88
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Psaumes 88:3-8

3ὅτι εἶπας Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται· ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου

4Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου, ὤμοσα Δαυιδ τῷ δούλῳ μου

5Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου. διάψαλμα.

6ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, κύριε, καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων.

7ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ κυρίῳ, καὶ τίς ὁμοιωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ ;

8ὁ θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερὸς ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ.

Lire Psaumes 88 en entier

Commentaires sur Psaumes 88

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org