Septante (AT)
Psaumes 40:1-10
1Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
2Μακάριος ὁ συνίων ἐπὶ πτωχὸν καὶ πένητα· ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ κύριος.
3κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ καὶ μὴ παραδῴη αὐτὸν εἰς χεῖρας ἐχθροῦ αὐτοῦ.
4κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ· ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ.
5ἐγὼ εἶπα Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
6οἱ ἐχθροί μου εἶπαν κακά μοι Πότε ἀποθανεῖται, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ ;
7καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει· ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω καὶ ἐλάλει.
8ἐπὶ τὸ αὐτὸ κατ ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου, κατ ἐμοῦ ἐλογίζοντο κακά μοι,
9λόγον παράνομον κατέθεντο κατ ἐμοῦ Μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι ;
10καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ ἐμὲ πτερνισμόν·
Commentaires sur Psaumes 40
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires