Septante (AT)
Psaumes 38:6-10
6ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου, καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου· πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν. διάψαλμα.
7μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσονται· θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά.
8καὶ νῦν τίς ἡ ὑπομονή μου ; οὐχὶ ὁ κύριος ; καὶ ἡ ὑπόστασίς μου παρὰ σοῦ ἐστιν.
9ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με, ὄνειδος ἄφρονι ἔδωκάς με.
10ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ εἶ ὁ ποιήσας με.
Commentaires sur Psaumes 38
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires