Septante (AT)
Psaumes 19:2-7
2Ἐπακούσαι σου κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ Ιακωβ.
3ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ Σιων ἀντιλάβοιτό σου.
4μνησθείη πάσης θυσίας σου καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. διάψαλμα.
5δῴη σοι κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι.
6ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου καὶ ἐν ὀνόματι θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου.
7νῦν ἔγνων ὅτι ἔσωσεν κύριος τὸν χριστὸν αὐτοῦ· ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ· ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ.
Commentaires sur Psaumes 19
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires