Septante (AT)
Psaumes 139:1-7
1Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
2Ἐξελοῦ με, κύριε, ἐξ ἀνθρώπου πονηροῦ, ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με,
3οἵτινες ἐλογίσαντο ἀδικίας ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους·
4ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. διάψαλμα.
5φύλαξόν με, κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ, ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ με, οἵτινες ἐλογίσαντο ὑποσκελίσαι τὰ διαβήματά μου·
6ἔκρυψαν ὑπερήφανοι παγίδα μοι καὶ σχοινία διέτειναν, παγίδας τοῖς ποσίν μου, ἐχόμενα τρίβου σκάνδαλον ἔθεντό μοι. διάψαλμα.
7εἶπα τῷ κυρίῳ Θεός μου εἶ σύ· ἐνώτισαι, κύριε, τὴν φωνὴν τῆς δεήσεώς μου.
Commentaires sur Psaumes 139
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires