Septante (AT)
Proverbes 1:1-5
1Παροιμίαι Σαλωμῶντος υἱοῦ Δαυιδ, ὃς ἐβασίλευσεν ἐν Ισραηλ,
2γνῶναι σοφίαν καὶ παιδείαν νοῆσαί τε λόγους φρονήσεως
3δέξασθαί τε στροφὰς λόγων νοῆσαί τε δικαιοσύνην ἀληθῆ καὶ κρίμα κατευθύνειν,
4ἵνα δῷ ἀκάκοις πανουργίαν, παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν·
5τῶνδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται
Commentaires sur Proverbes 1
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires