Septante (AT)
Nombres 35:1-15
1Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐπὶ δυσμῶν Μωαβ παρὰ τὸν Ιορδάνην κατὰ Ιεριχω λέγων
2Σύνταξον τοῖς υἱοῖς Ισραηλ καὶ δώσουσιν τοῖς Λευίταις ἀπὸ τῶν κλήρων κατασχέσεως αὐτῶν πόλεις κατοικεῖν καὶ τὰ προάστεια τῶν πόλεων κύκλῳ αὐτῶν δώσουσιν τοῖς Λευίταις,
3καὶ ἔσονται αὐτοῖς αἱ πόλεις κατοικεῖν, καὶ τὰ ἀφορίσματα αὐτῶν ἔσται τοῖς κτήνεσιν αὐτῶν καὶ πᾶσι τοῖς τετράποσιν αὐτῶν.
4καὶ τὰ συγκυροῦντα τῶν πόλεων, ἃς δώσετε τοῖς Λευίταις, ἀπὸ τείχους τῆς πόλεως καὶ ἔξω δισχιλίους πήχεις κύκλῳ·
5καὶ μετρήσεις ἔξω τῆς πόλεως τὸ κλίτος τὸ πρὸς ἀνατολὰς δισχιλίους πήχεις καὶ τὸ κλίτος τὸ πρὸς λίβα δισχιλίους πήχεις καὶ τὸ κλίτος τὸ πρὸς θάλασσαν δισχιλίους πήχεις καὶ τὸ κλίτος τὸ πρὸς βορρᾶν δισχιλίους πήχεις, καὶ ἡ πόλις μέσον τούτου ἔσται ὑμῖν καὶ τὰ ὅμορα τῶν πόλεων.
6καὶ τὰς πόλεις δώσετε τοῖς Λευίταις, τὰς ἓξ πόλεις τῶν φυγαδευτηρίων, ἃς δώσετε φεύγειν ἐκεῖ τῷ φονεύσαντι, καὶ πρὸς ταύταις τεσσαράκοντα καὶ δύο πόλεις·
7πάσας τὰς πόλεις δώσετε τοῖς Λευίταις, τεσσαράκοντα καὶ ὀκτὼ πόλεις, ταύτας καὶ τὰ προάστεια αὐτῶν.
8καὶ τὰς πόλεις, ἃς δώσετε ἀπὸ τῆς κατασχέσεως υἱῶν Ισραηλ, ἀπὸ τῶν τὰ πολλὰ πολλὰ καὶ ἀπὸ τῶν ἐλαττόνων ἐλάττω· ἕκαστος κατὰ τὴν κληρονομίαν αὐτοῦ, ἣν κληρονομήσουσιν, δώσουσιν ἀπὸ τῶν πόλεων τοῖς Λευίταις.
9Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
10Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς Ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην εἰς γῆν Χανααν
11καὶ διαστελεῖτε ὑμῖν αὐτοῖς πόλεις· φυγαδευτήρια ἔσται ὑμῖν φυγεῖν ἐκεῖ τὸν φονευτήν, πᾶς ὁ πατάξας ψυχὴν ἀκουσίως.
12καὶ ἔσονται αἱ πόλεις ὑμῖν φυγαδευτήρια ἀπὸ ἀγχιστεύοντος τὸ αἷμα, καὶ οὐ μὴ ἀποθάνῃ ὁ φονεύων, ἕως ἂν στῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν.
13καὶ αἱ πόλεις, ἃς δώσετε, τὰς ἓξ πόλεις, φυγαδευτήρια ἔσονται ὑμῖν·
14τὰς τρεῖς πόλεις δώσετε ἐν τῷ πέραν τοῦ Ιορδάνου καὶ τὰς τρεῖς πόλεις δώσετε ἐν γῇ Χανααν·
15φυγάδιον ἔσται τοῖς υἱοῖς Ισραηλ, καὶ τῷ προσηλύτῳ καὶ τῷ παροίκῳ τῷ ἐν ὑμῖν ἔσονται αἱ πόλεις αὗται εἰς φυγαδευτήριον φυγεῖν ἐκεῖ παντὶ πατάξαντι ψυχὴν ἀκουσίως.
Commentaires sur Nombres 35
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires