Septante (AT)
Nombres 34:2-12
2Ἔντειλαι τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς Ὑμεῖς εἰσπορεύεσθε εἰς τὴν γῆν Χανααν· αὕτη ἔσται ὑμῖν εἰς κληρονομίαν, γῆ Χανααν σὺν τοῖς ὁρίοις αὐτῆς.
3καὶ ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς λίβα ἀπὸ ἐρήμου Σιν ἕως ἐχόμενον Εδωμ, καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶν·
4καὶ κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ λιβὸς πρὸς ἀνάβασιν Ακραβιν καὶ παρελεύσεται Σεννα, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ πρὸς λίβα Καδης τοῦ Βαρνη, καὶ ἐξελεύσεται εἰς ἔπαυλιν Αραδ καὶ παρελεύσεται Ασεμωνα·
5καὶ κυκλώσει τὰ ὅρια ἀπὸ Ασεμωνα χειμάρρουν Αἰγύπτου, καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσα.
6καὶ τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῖν· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ, τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάσσης.
7καὶ τοῦτο ἔσται τὰ ὅρια ὑμῖν πρὸς βορρᾶν· ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης καταμετρήσετε ὑμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄρος·
8καὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς εἰσπορευομένων εἰς Εμαθ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ τὰ ὅρια Σαραδα·
9καὶ ἐξελεύσεται τὰ ὅρια Δεφρωνα, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ Ασερναιν· τοῦτο ἔσται ὑμῖν ὅρια ἀπὸ βορρᾶ.
10καὶ καταμετρήσετε ὑμῖν αὐτοῖς τὰ ὅρια ἀνατολῶν ἀπὸ Ασερναιν Σεπφαμα·
11καὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπφαμ Αρβηλα ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς, καὶ καταβήσεται τὰ ὅρια Βηλα ἐπὶ νώτου θαλάσσης Χεναρα ἀπὸ ἀνατολῶν·
12καὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν Ιορδάνην, καὶ ἔσται ἡ διέξοδος θάλασσα ἡ ἁλυκή. αὕτη ἔσται ὑμῖν ἡ γῆ καὶ τὰ ὅρια αὐτῆς κύκλῳ.
Commentaires sur Nombres 34
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires