Septante (AT)
Nombres 23:9-17
9ὅτι ἀπὸ κορυφῆς ὀρέων ὄψομαι αὐτὸν καὶ ἀπὸ βουνῶν προσνοήσω αὐτόν. ἰδοὺ λαὸς μόνος κατοικήσει καὶ ἐν ἔθνεσιν οὐ συλλογισθήσεται.
10τίς ἐξηκριβάσατο τὸ σπέρμα Ιακωβ, καὶ τίς ἐξαριθμήσεται δήμους Ισραηλ ; ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων, καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων.
11καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ Τί πεποίηκάς μοι ; εἰς κατάρασιν ἐχθρῶν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλόγηκας εὐλογίαν.
12καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Οὐχὶ ὅσα ἐὰν ἐμβάλῃ ὁ θεὸς εἰς τὸ στόμα μου, τοῦτο φυλάξω λαλῆσαι ;
13Καὶ εἶπεν πρὸς αὐτὸν Βαλακ Δεῦρο ἔτι μετ ἐμοῦ εἰς τόπον ἄλλον, ἐξ ὧν οὐκ ὄψῃ αὐτὸν ἐκεῖθεν, ἀλλ ἢ μέρος τι αὐτοῦ ὄψῃ, πάντας δὲ οὐ μὴ ἴδῃς, καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν.
14καὶ παρέλαβεν αὐτὸν εἰς ἀγροῦ σκοπιὰν ἐπὶ κορυφὴν λελαξευμένου καὶ ᾠκοδόμησεν ἐκεῖ ἑπτὰ βωμοὺς καὶ ἀνεβίβασεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.
15καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Παράστηθι ἐπὶ τῆς θυσίας σου, ἐγὼ δὲ πορεύσομαι ἐπερωτῆσαι τὸν θεόν.
16καὶ συνήντησεν ὁ θεὸς τῷ Βαλααμ καὶ ἐνέβαλεν ῥῆμα εἰς τὸ στόμα αὐτοῦ καὶ εἶπεν Ἀποστράφητι πρὸς Βαλακ καὶ τάδε λαλήσεις.
17καὶ ἀπεστράφη πρὸς αὐτόν, καὶ ὅδε ἐφειστήκει ἐπὶ τῆς ὁλοκαυτώσεως αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωαβ μετ αὐτοῦ. καὶ εἶπεν αὐτῷ Βαλακ Τί ἐλάλησεν κύριος ;
Commentaires sur Nombres 23
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires