Nombres 13
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Nombres 13:1-17

1Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

2Ἀπόστειλον σεαυτῷ ἄνδρας, καὶ κατασκεψάσθωσαν τὴν γῆν τῶν Χαναναίων, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ισραηλ εἰς κατάσχεσιν, ἄνδρα ἕνα κατὰ φυλὴν κατὰ δήμους πατριῶν αὐτῶν ἀποστελεῖς αὐτούς, πάντα ἀρχηγὸν ἐξ αὐτῶν.

3καὶ ἐξαπέστειλεν αὐτοὺς Μωυσῆς ἐκ τῆς ἐρήμου Φαραν διὰ φωνῆς κυρίου· πάντες ἄνδρες ἀρχηγοὶ υἱῶν Ισραηλ οὗτοι.

4καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· τῆς φυλῆς Ρουβην Σαλαμιηλ υἱὸς Ζακχουρ·

5τῆς φυλῆς Συμεων Σαφατ υἱὸς Σουρι·

6τῆς φυλῆς Ιουδα Χαλεβ υἱὸς Ιεφοννη·

7τῆς φυλῆς Ισσαχαρ Ιγααλ υἱὸς Ιωσηφ·

8τῆς φυλῆς Εφραιμ Αυση υἱὸς Ναυη·

9τῆς φυλῆς Βενιαμιν Φαλτι υἱὸς Ραφου·

10τῆς φυλῆς Ζαβουλων Γουδιηλ υἱὸς Σουδι·

11τῆς φυλῆς Ιωσηφ τῶν υἱῶν Μανασση Γαδδι υἱὸς Σουσι·

12τῆς φυλῆς Δαν Αμιηλ υἱὸς Γαμαλι·

13τῆς φυλῆς Ασηρ Σαθουρ υἱὸς Μιχαηλ·

14τῆς φυλῆς Νεφθαλι Ναβι υἱὸς Ιαβι·

15τῆς φυλῆς Γαδ Γουδιηλ υἱὸς Μακχι.

16ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οὓς ἀπέστειλεν Μωυσῆς κατασκέψασθαι τὴν γῆν. καὶ ἐπωνόμασεν Μωυσῆς τὸν Αυση υἱὸν Ναυη Ἰησοῦν.

17Καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς κατασκέψασθαι τὴν γῆν Χανααν καὶ εἶπεν πρὸς αὐτούς Ἀνάβητε ταύτῃ τῇ ἐρήμῳ καὶ ἀναβήσεσθε εἰς τὸ ὄρος

Lire Nombres 13 en entier

Commentaires sur Nombres 13

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org