Nombres 11
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Nombres 11:1-10

1Καὶ ἦν ὁ λαὸς γογγύζων πονηρὰ ἔναντι κυρίου, καὶ ἤκουσεν κύριος καὶ ἐθυμώθη ὀργῇ, καὶ ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ κυρίου καὶ κατέφαγεν μέρος τι τῆς παρεμβολῆς.

2καὶ ἐκέκραξεν ὁ λαὸς πρὸς Μωυσῆν, καὶ ηὔξατο Μωυσῆς πρὸς κύριον, καὶ ἐκόπασεν τὸ πῦρ.

3καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἐμπυρισμός, ὅτι ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ κυρίου.

4Καὶ ὁ ἐπίμικτος ὁ ἐν αὐτοῖς ἐπεθύμησαν ἐπιθυμίαν, καὶ καθίσαντες ἔκλαιον καὶ οἱ υἱοὶ Ισραηλ καὶ εἶπαν Τίς ἡμᾶς ψωμιεῖ κρέα ;

5ἐμνήσθημεν τοὺς ἰχθύας, οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ δωρεάν, καὶ τοὺς σικύας καὶ τοὺς πέπονας καὶ τὰ πράσα καὶ τὰ κρόμμυα καὶ τὰ σκόρδα·

6νυνὶ δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος, οὐδὲν πλὴν εἰς τὸ μαννα οἱ ὀφθαλμοὶ ἡμῶν.

7τὸ δὲ μαννα ὡσεὶ σπέρμα κορίου ἐστίν, καὶ τὸ εἶδος αὐτοῦ εἶδος κρυστάλλου·

8καὶ διεπορεύετο ὁ λαὸς καὶ συνέλεγον καὶ ἤληθον αὐτὸ ἐν τῷ μύλῳ καὶ ἔτριβον ἐν τῇ θυίᾳ καὶ ἥψουν αὐτὸ ἐν τῇ χύτρᾳ καὶ ἐποίουν αὐτὸ ἐγκρυφίας, καὶ ἦν ἡ ἡδονὴ αὐτοῦ ὡσεὶ γεῦμα ἐγκρὶς ἐξ ἐλαίου·

9καὶ ὅταν κατέβη ἡ δρόσος ἐπὶ τὴν παρεμβολὴν νυκτός, κατέβαινεν τὸ μαννα ἐπ αὐτῆς.

10καὶ ἤκουσεν Μωυσῆς κλαιόντων αὐτῶν κατὰ δήμους αὐτῶν, ἕκαστον ἐπὶ τῆς θύρας αὐτοῦ· καὶ ἐθυμώθη ὀργῇ κύριος σφόδρα, καὶ ἔναντι Μωυσῆ ἦν πονηρόν.

Lire Nombres 11 en entier

Commentaires sur Nombres 11

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org