Septante (AT)
Lamentations 5:6-12
6Αἴγυπτος ἔδωκεν χεῖρα, Ασσουρ εἰς πλησμονὴν αὐτῶν.
7οἱ πατέρες ἡμῶν ἥμαρτον, οὐχ ὑπάρχουσιν· ἡμεῖς τὰ ἀνομήματα αὐτῶν ὑπέσχομεν.
8δοῦλοι ἐκυρίευσαν ἡμῶν, λυτρούμενος οὐκ ἔστιν ἐκ τῆς χειρὸς αὐτῶν.
9ἐν ταῖς ψυχαῖς ἡμῶν εἰσοίσομεν ἄρτον ἡμῶν ἀπὸ προσώπου ῥομφαίας τῆς ἐρήμου.
10τὸ δέρμα ἡμῶν ὡς κλίβανος ἐπελειώθη, συνεσπάσθησαν ἀπὸ προσώπου καταιγίδων λιμοῦ.
11γυναῖκας ἐν Σιων ἐταπείνωσαν, παρθένους ἐν πόλεσιν Ιουδα.
12ἄρχοντες ἐν χερσὶν αὐτῶν ἐκρεμάσθησαν, πρεσβύτεροι οὐκ ἐδοξάσθησαν.
Commentaires sur Lamentations 5
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires