Septante (AT)
Lamentations 3:34-39
34Τοῦ ταπεινῶσαι ὑπὸ τοὺς πόδας αὐτοῦ πάντας δεσμίους γῆς,
35τοῦ ἐκκλῖναι κρίσιν ἀνδρὸς κατέναντι προσώπου ὑψίστου,
36καταδικάσαι ἄνθρωπον ἐν τῷ κρίνεσθαι αὐτὸν κύριος οὐκ εἶπεν.
37Τίς οὕτως εἶπεν, καὶ ἐγενήθη ; κύριος οὐκ ἐνετείλατο,
38ἐκ στόματος ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν ;
39τί γογγύσει ἄνθρωπος ζῶν, ἀνὴρ περὶ τῆς ἁμαρτίας αὐτοῦ ;
Commentaires sur Lamentations 3
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires