Septante (AT)
Juges 8:18-31
18καὶ εἶπεν πρὸς Ζεβεε καὶ Σαλμανα Ποῦ οἱ ἄνδρες, οὓς ἀπεκτείνατε ἐν Θαβωρ ; καὶ εἶπαν Ὡσεὶ σύ, ὅμοιος σοί, ὅμοιος αὐτῶν, ὡς εἶδος μορφὴ υἱῶν βασιλέων.
19καὶ εἶπεν Γεδεων Ἀδελφοί μου καὶ υἱοὶ τῆς μητρός μού εἰσιν. καὶ ὤμοσεν αὐτοῖς Ζῇ κύριος, εἰ ἐζωογονήσατε αὐτούς, οὐκ ἂν ἀπέκτεινα ὑμᾶς.
20καὶ εἶπεν τῷ Ιεθερ τῷ πρωτοτόκῳ αὐτοῦ Ἀναστὰς ἀπόκτεινον αὐτούς· καὶ οὐκ ἔσπασεν τὸ παιδάριον αὐτοῦ τὴν μάχαιραν αὐτοῦ, ὅτι ἐφοβήθη, ὅτι ἦν νεώτερος.
21καὶ εἶπεν Ζεβεε καὶ Σαλμανα Ἀνάστα δὴ σὺ καὶ ἀπάντησον ἡμῖν, ὅτι ὡς ἀνὴρ ἡ δύναμις αὐτοῦ. καὶ ἀνέστη Γεδεων καὶ ἀνεῖλεν τὸν Ζεβεε καὶ τὸν Σαλμανα καὶ ἔλαβεν τοὺς μηνίσκους τοὺς ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν.
22Καὶ εἶπεν ἀνὴρ Ισραηλ πρὸς Γεδεων Ἄρχε ἐν ἡμῖν σὺ καὶ οἱ υἱοί σου, ὅτι σέσωκας ἡμᾶς ἐκ χειρὸς Μαδιαμ.
23καὶ εἶπεν πρὸς αὐτοὺς Γεδεων Οὐκ ἄρξω ἐγὼ ὑμῶν, καὶ οὐκ ἄρξει ὁ υἱός μου ὑμῶν· κύριος ἄρξει ὑμῶν.
24καὶ εἶπεν πρὸς αὐτοὺς Γεδεων Αἰτήσομαι παρ ὑμῶν αἴτησιν καὶ δότε μοι ἀνὴρ ἐνώτιον τῶν σκύλων αὐτοῦ· ὅτι ἐνώτια χρυσᾶ πολλὰ ἦν αὐτοῖς, ὅτι Ισμαηλῖται ἦσαν.
25καὶ εἶπαν Διδόντες δώσομεν· καὶ ἀνέπτυξεν τὸ ἱμάτιον αὐτοῦ, καὶ ἔρριψεν ἐκεῖ ἀνὴρ ἐνώτιον χρυσοῦν τῶν σκύλων αὐτοῦ.
26καὶ ἐγενήθη ὁ σταθμὸς τῶν ἐνωτίων τῶν χρυσῶν, ὧν ᾐτήσατο, σίκλοι χίλιοι καὶ ἑπτακόσιοι χρυσοῦ πλὴν τῶν σιρώνων καὶ τῶν ὁρμίσκων ενφωθ καὶ τῶν περιβολαίων τῶν πορφυρῶν τῶν ἐπὶ τοῖς βασιλεῦσιν Μαδιαμ καὶ πλὴν τῶν κλοιῶν τῶν χρυσῶν τῶν ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν.
27καὶ ἐποίησεν αὐτὸ Γεδεων εἰς εφουδ καὶ ἔστησεν αὐτὸ ἐν πόλει αὐτοῦ ἐν Εφραθα· καὶ ἐξεπόρνευσεν πᾶς Ισραηλ ὀπίσω αὐτοῦ ἐκεῖ, καὶ ἐγένετο τῷ Γεδεων καὶ τῷ οἴκῳ αὐτοῦ εἰς σκάνδαλον.
28καὶ ἐνετράπη Μαδιαμ ἐνώπιον υἱῶν Ισραηλ καὶ οὐ προσέθεντο ἆραι κεφαλὴν αὐτῶν. καὶ ἡσύχασεν ἡ γῆ ἔτη τεσσαράκοντα ἐν ἡμέραις Γεδεων.
29καὶ ἐπορεύθη Ιεροβααλ υἱὸς Ιωας καὶ κατῴκησεν ἐν τῷ οἴκῳ αὐτοῦ.
30καὶ τῷ Γεδεων ἦσαν ἑβδομήκοντα υἱοὶ ἐκπορευόμενοι ἐκ μηρῶν αὐτοῦ, ὅτι γυναῖκες πολλαὶ ἦσαν αὐτῷ.
31καὶ ἡ παλλακὴ αὐτοῦ ἡ ἐν Σικιμοις ἔτεκεν αὐτῷ καί γε αὐτὴ υἱόν, καὶ ἐπέθηκεν τὸ ὄνομα αὐτοῦ Αβιμελεχ.
Commentaires sur Juges 8
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires