Septante (AT)
Juges 7:16-19
16καὶ διεῖλεν τοὺς τριακοσίους ἄνδρας τρεῖς ἀρχὰς καὶ ἔδωκεν κερατίνας ἐν χειρὶ πάντων καὶ ὑδρίας κενὰς καὶ λαμπάδας ἐν μέσῳ τῶν ὑδριῶν
17καὶ εἶπεν πρὸς αὐτούς Ἀπ ἐμοῦ ὄψεσθε καὶ οὕτως ποιήσετε· καὶ ἰδοὺ ἐγὼ εἰσπορεύομαι ἐν μέσῳ τῆς παρεμβολῆς, καὶ ἔσται ὡς ἐὰν ποιήσω, οὕτως ποιήσετε·
18καὶ σαλπιῶ τῇ κερατίνῃ ἐγὼ καὶ πάντες οἱ μετ ἐμοῦ, καὶ σαλπιεῖτε ταῖς κερατίναις καὶ ὑμεῖς κύκλῳ τῆς παρεμβολῆς καὶ ἐρεῖτε Τῷ κυρίῳ καὶ τῷ Γεδεων.
19καὶ εἰσῆλθεν Γεδεων καὶ ἑκατὸν ἄνδρες μετ αὐτοῦ ἐν μέρει τῆς παρεμβολῆς ἀρχομένης τῆς φυλακῆς τῆς μεσούσης· πλὴν ἐγέρσει ἤγειρεν τοὺς φυλάσσοντας, καὶ ἐσάλπισαν ταῖς κερατίναις καὶ ἐξετίναξαν τὰς ὑδρίας τὰς ἐν ταῖς χερσὶν αὐτῶν.
Commentaires sur Juges 7
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires