Septante (AT)
Juges 6:25-40
25Καὶ ἐγενήθη τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν αὐτῷ κύριος Λαβὲ τὸν μόσχον τὸν σιτευτὸν τοῦ πατρός σου, μόσχον τὸν ἑπταετῆ, καὶ καθελεῖς τὸ θυσιαστήριον τοῦ Βααλ, ὅ ἐστιν τοῦ πατρός σου, καὶ τὸ ἄλσος τὸ ἐπ αὐτῷ ἐκκόψεις·
26καὶ οἰκοδομήσεις θυσιαστήριον κυρίῳ τῷ θεῷ σου τῷ ὀφθέντι σοι ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους Μαωζ τούτου ἐν τῇ παρατάξει καὶ λήμψῃ τὸν μόσχον καὶ ἀνοίσεις ὁλοκαύτωμα ἐν τοῖς ξύλοις τοῦ ἄλσους, οὗ ἐκκόψεις.
27καὶ ἔλαβεν Γεδεων τρεῖς καὶ δέκα ἄνδρας ἀπὸ τῶν δούλων αὐτοῦ καὶ ἐποίησεν καθὰ ἐλάλησεν πρὸς αὐτὸν κύριος· καὶ ἐγένετο ὡς ἐφοβήθη τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ καὶ τοὺς ἄνδρας τῆς πόλεως μὴ ποιῆσαι ἡμέρας, καὶ ἐποίησεν νυκτός.
28καὶ ὤρθρισαν οἱ ἄνδρες τῆς πόλεως τὸ πρωί, καὶ ἰδοὺ κατεσκαμμένον τὸ θυσιαστήριον τοῦ Βααλ, καὶ τὸ ἄλσος τὸ ἐπ αὐτῷ ἐκκεκομμένον, καὶ ὁ μόσχος ὁ σιτευτὸς ἀνηνεγμένος εἰς ὁλοκαύτωμα ἐπὶ τὸ θυσιαστήριον τὸ ᾠκοδομημένον.
29καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ Τίς ἐποίησεν τὸ πρᾶγμα τοῦτο ; καὶ ἀνήταζον καὶ ἐξεζήτουν καὶ εἶπαν Γεδεων ὁ υἱὸς Ιωας ἐποίησεν τὸ πρᾶγμα τοῦτο.
30καὶ εἶπαν οἱ ἄνδρες τῆς πόλεως πρὸς Ιωας Ἐξάγαγε τὸν υἱόν σου καὶ ἀποθανέτω, ὅτι κατέσκαψεν τὸ θυσιαστήριον τοῦ Βααλ καὶ ὅτι ἔκοψεν τὸ ἄλσος τὸ ἐπ αὐτῷ.
31καὶ εἶπεν Ιωας πρὸς τοὺς ἄνδρας τοὺς ἑσταμένους ἐπ αὐτόν Μὴ ὑμεῖς νῦν δικάζεσθε περὶ τοῦ Βααλ ; ἢ ὑμεῖς σῴζετε αὐτόν ; ὃς ἀντεδίκησεν αὐτόν, ἀποθανεῖται ἕως πρωί· εἰ ἔστιν θεός, αὐτὸς ἐκδικήσει αὐτόν, ὅτι κατέσκαψεν τὸ θυσιαστήριον αὐτοῦ.
32καὶ ἐκάλεσεν αὐτὸ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Δικαστήριον τοῦ Βααλ, ὅτι κατέσκαψεν τὸ θυσιαστήριον αὐτοῦ.
33Καὶ πᾶσα Μαδιαμ καὶ Αμαληκ καὶ υἱοὶ ἀνατολῶν συνήχθησαν ἐπὶ τὸ αὐτὸ καὶ διέβησαν καὶ παρενέβαλον ἐν τῇ κοιλάδι Ιεζραελ.
34καὶ πνεῦμα θεοῦ ἐνέδυσεν τὸν Γεδεων, καὶ ἐσάλπισεν ἐν κερατίνῃ, καὶ ἐβόησεν Αβιεζερ ὀπίσω αὐτοῦ.
35καὶ ἀγγέλους ἐξαπέστειλεν ἐν παντὶ Μανασση καὶ ἐβόησεν καὶ αὐτὸς ὀπίσω αὐτοῦ· καὶ ἐξαπέστειλεν ἀγγέλους ἐν Ασηρ καὶ ἐν Ζαβουλων καὶ ἐν Νεφθαλι, καὶ ἀνέβησαν εἰς συνάντησιν αὐτοῦ.
36καὶ εἶπεν Γεδεων πρὸς τὸν θεόν Εἰ σῴζεις ἐν τῇ χειρί μου τὸν Ισραηλ, ὃν τρόπον ἐλάλησας,
37ἰδοὺ ἐγὼ ἀπερείδομαι τὸν πόκον τῶν ἐρίων ἐν τῷ ἅλωνι, καὶ ἐὰν δρόσος γένηται ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πᾶσαν τὴν γῆν ξηρασία, καὶ γνώσομαι ὅτι σῴζεις ἐν τῇ χειρί μου τὸν Ισραηλ, ὃν τρόπον ἐλάλησας.
38καὶ ἐγένετο οὕτως· καὶ ὤρθρισεν Γεδεων τῇ ἐπαύριον καὶ ἀπεπίασεν τὸν πόκον, καὶ ἀπερρύη ἡ δρόσος ἐκ τοῦ πόκου, πλήρης λεκάνη ὕδατος.
39καὶ εἶπεν Γεδεων πρὸς τὸν θεόν Μὴ ὀργισθήτω ὁ θυμός σου ἐν ἐμοί, καὶ λαλήσω ἔτι ἅπαξ· καὶ πειράσω ἔτι ἅπαξ ἐν τῷ πόκῳ, καὶ γενηθήτω ξηρασία ἐπὶ τὸν πόκον μόνον, ἐπὶ δὲ πᾶσαν τὴν γῆν γενηθήτω δρόσος.
40καὶ ἐποίησεν ὁ θεὸς οὕτως ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ ἐγένετο ξηρασία ἐπὶ τὸν πόκον μόνον, ἐπὶ δὲ πᾶσαν τὴν γῆν ἐγένετο δρόσος.
Commentaires sur Juges 6
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires