Juges 16
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Juges 16:15-31

15καὶ εἶπεν πρὸς αὐτὸν Δαλιλα Πῶς ἐρεῖς Ἠγάπηκά σε, καὶ ἡ καρδία σου οὐκ ἔστιν μετ ἐμοῦ ; τοῦτο τρίτον παρελογίσω με καὶ οὐκ ἀπήγγειλάς μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη.

16καὶ ἐγένετο ὅτε κατειργάσατο αὐτὸν τοῖς λόγοις αὐτῆς ὅλην τὴν νύκτα καὶ παρηνώχλησεν αὐτόν, καὶ ὠλιγοψύχησεν ἕως εἰς θάνατον·

17καὶ ἀπήγγειλεν αὐτῇ πάντα τὰ ἀπὸ καρδίας αὐτοῦ καὶ εἶπεν αὐτῇ Ξυρὸν οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλήν μου, ὅτι ναζιραῖος θεοῦ ἐγώ εἰμι ἐκ κοιλίας μητρός μου, καὶ ἐὰν ξυρήσωμαι, ἀποστήσεται ἀπ ἐμοῦ ἡ ἰσχύς μου, καὶ ἀσθενήσω καὶ ἔσομαι κατὰ πάντας τοὺς ἀνθρώπους.

18καὶ εἶδεν Δαλιλα ὅτι ἀνήγγειλεν αὐτῇ πάντα τὰ ἀπὸ καρδίας αὐτοῦ, καὶ ἀπέστειλεν καὶ ἐκάλεσεν πάντας τοὺς σατράπας τῶν ἀλλοφύλων λέγουσα Ἀνάβητε τὸ ἅπαξ, ὅτι ἀνήγγειλέν μοι πᾶσαν τὴν καρδίαν αὐτοῦ· καὶ ἀνέβησαν πρὸς αὐτὴν πᾶσαι αἱ σατραπίαι τῶν ἀλλοφύλων καὶ ἤνεγκαν τὸ ἀργύριον ἐν ταῖς χερσὶν αὐτῶν.

19καὶ ἐκοίμισεν αὐτὸν ἀνὰ μέσον τῶν γονάτων αὐτῆς· καὶ ἐκάλεσεν τὸν κουρέα, καὶ ἐξύρησεν τοὺς ἑπτὰ βοστρύχους τῆς κεφαλῆς αὐτοῦ· καὶ ἤρξατο ταπεινοῦσθαι, καὶ ἀπέστη ἡ ἰσχὺς αὐτοῦ ἀπ αὐτοῦ.

20καὶ εἶπεν αὐτῷ Δαλιλα Οἱ ἀλλόφυλοι ἐπὶ σέ, Σαμψων. καὶ ἐξηγέρθη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν Ἐξελεύσομαι καὶ ποιήσω καθὼς ἀεὶ καὶ ἀποτινάξομαι· καὶ αὐτὸς οὐκ ἔγνω ὅτι κύριος ἀπέστη ἀπ αὐτοῦ.

21καὶ ἐπελάβοντο αὐτοῦ οἱ ἀλλόφυλοι καὶ ἐξώρυξαν τοὺς ὀφθαλμοὺς αὐτοῦ· καὶ κατήγαγον αὐτὸν εἰς Γάζαν καὶ ἔδησαν αὐτὸν ἐν πέδαις χαλκαῖς, καὶ ἦν ἀλήθων ἐν οἴκῳ τῆς φυλακῆς.

22Καὶ ἤρξατο ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ἀνατεῖλαι, ἡνίκα ἐξυρήθη.

23καὶ οἱ σατράπαι τῶν ἀλλοφύλων συνήχθησαν τοῦ θῦσαι θυσίαν μεγάλην Δαγων τῷ θεῷ αὐτῶν καὶ τοῦ εὐφρανθῆναι καὶ εἶπαν Παρέδωκεν ὁ θεὸς ἡμῶν ἐν χειρὶ ἡμῶν Σαμψων τὸν ἐχθρὸν ἡμῶν.

24καὶ εἶδεν αὐτὸν ὁ λαὸς καὶ ᾔνεσαν τοὺς θεοὺς αὐτῶν καὶ εἶπαν Παρέδωκεν ὁ θεὸς ἡμῶν τὸν ἐχθρὸν ἡμῶν ἐν χειρὶ ἡμῶν καὶ τὸν ἐξερημοῦντα τὴν γῆν ἡμῶν, ὅστις ἐπλήθυνεν τοὺς τραυματίας ἡμῶν.

25καὶ ἐγένετο ὅτε ἠγαθύνθη ἡ καρδία αὐτῶν, καὶ εἶπαν Καλέσατε τὸν Σαμψων ἐξ οἴκου φυλακῆς, καὶ παιξάτω ἐνώπιον ἡμῶν. καὶ ἐκάλεσαν τὸν Σαμψων ἐξ οἴκου τῆς φυλακῆς καὶ ἐνέπαιζον αὐτῷ καὶ ἔστησαν αὐτὸν ἀνὰ μέσον τῶν δύο στύλων.

26καὶ εἶπεν Σαμψων πρὸς τὸ παιδάριον τὸν χειραγωγοῦντα αὐτόν Ἐπανάπαυσόν με δὴ καὶ ποίησον ψηλαφῆσαί με ἐπὶ τοὺς στύλους, ἐφ ὧν ὁ οἶκος ἐπεστήρικται ἐπ αὐτῶν, καὶ ἐπιστηρίσομαι ἐπ αὐτούς· ὁ δὲ παῖς ἐποίησεν οὕτως.

27ὁ δὲ οἶκος ἦν πλήρης ἀνδρῶν καὶ γυναικῶν, καὶ ἐκεῖ πάντες οἱ σατράπαι τῶν ἀλλοφύλων, καὶ ἐπὶ τοῦ δώματος ὡσεὶ τρισχίλιοι ἄνδρες καὶ γυναῖκες ἐμβλέποντες ἐμπαιζόμενον τὸν Σαμψων.

28καὶ ἐβόησεν Σαμψων πρὸς κύριον καὶ εἶπεν Κύριε κύριε, μνήσθητί μου καὶ ἐνίσχυσόν με δὴ πλὴν ἔτι τὸ ἅπαξ τοῦτο, καὶ ἐκδικήσω ἐκδίκησιν μίαν ἀντὶ τῶν δύο ὀφθαλμῶν μου ἐκ τῶν ἀλλοφύλων.

29καὶ περιέλαβεν Σαμψων τοὺς δύο στύλους τοὺς μέσους, ἐφ ὧν ὁ οἶκος ἐπεστήρικτο ἐπ αὐτῶν, καὶ ἐπεστηρίσατο ἐπ αὐτοῖς, ἕνα ἐν τῇ δεξιᾷ αὐτοῦ καὶ ἕνα ἐν τῇ ἀριστερᾷ αὐτοῦ.

30καὶ εἶπεν Σαμψων Ἀποθανέτω ἡ ψυχή μου μετὰ τῶν ἀλλοφύλων· καὶ ἔκλινεν ἐν ἰσχύι, καὶ ἔπεσεν ὁ οἶκος ἐπὶ τοὺς σατράπας καὶ ἐπὶ πάντα τὸν λαὸν τὸν ἐν αὐτῷ· καὶ ἐγένοντο οἱ τεθνηκότες, οὓς ἐθανάτωσεν Σαμψων ἐν τῷ θανάτῳ αὐτοῦ, πλείους ὑπὲρ οὓς ἐθανάτωσεν ἐν τῇ ζωῇ αὐτοῦ.

31καὶ κατέβησαν οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶς ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ ἔλαβον αὐτὸν καὶ ἀνέβησαν καὶ ἔθαψαν αὐτὸν ἀνὰ μέσον Σαραα καὶ ἀνὰ μέσον Εσθαολ ἐν τῷ τάφῳ Μανωε τοῦ πατρὸς αὐτοῦ. καὶ αὐτὸς ἔκρινεν τὸν Ισραηλ εἴκοσι ἔτη.

Lire Juges 16 en entier

Commentaires sur Juges 16

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org