Septante (AT)
Juges 14:1-3
1Καὶ κατέβη Σαμψων εἰς Θαμναθα καὶ εἶδεν γυναῖκα ἐν Θαμναθα ἐκ τῶν θυγατέρων τῶν ἀλλοφύλων καὶ ἤρεσεν ἐνώπιον αὐτοῦ.
2καὶ ἀνέβη καὶ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ καὶ εἶπεν Γυναῖκα ἑώρακα ἐν Θαμναθα ἀπὸ τῶν θυγατέρων τῶν ἀλλοφύλων, καὶ νῦν λάβετέ μοι αὐτὴν εἰς γυναῖκα.
3καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ Μὴ οὐκ ἔστιν ἀπὸ τῶν θυγατέρων τῶν ἀδελφῶν σου καὶ ἐν παντὶ τῷ λαῷ μου γυνή, ὅτι σὺ πορεύῃ λαβεῖν γυναῖκα ἐκ τῶν ἀλλοφύλων τῶν ἀπεριτμήτων ; καὶ εἶπεν Σαμψων πρὸς τὸν πατέρα αὐτοῦ Ταύτην λαβέ μοι, ὅτι ἤρεσεν ἐν ὀφθαλμοῖς μου.
Commentaires sur Juges 14
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires