Josué 9
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Josué 9:16-27

16καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας μετὰ τὸ διαθέσθαι πρὸς αὐτοὺς διαθήκην ἤκουσαν ὅτι ἐγγύθεν αὐτῶν εἰσιν, καὶ ὅτι ἐν αὐτοῖς κατοικοῦσιν.

17καὶ ἀπῆραν οἱ υἱοὶ Ισραηλ καὶ ἦλθον εἰς τὰς πόλεις αὐτῶν· αἱ δὲ πόλεις αὐτῶν Γαβαων καὶ Κεφιρα καὶ Βηρωθ καὶ πόλις Ιαριν.

18καὶ οὐκ ἐμαχέσαντο αὐτοῖς οἱ υἱοὶ Ισραηλ, ὅτι ὤμοσαν αὐτοῖς πάντες οἱ ἄρχοντες κύριον τὸν θεὸν Ισραηλ· καὶ διεγόγγυσαν πᾶσα ἡ συναγωγὴ ἐπὶ τοῖς ἄρχουσιν.

19καὶ εἶπαν οἱ ἄρχοντες πάσῃ τῇ συναγωγῇ Ἡμεῖς ὠμόσαμεν αὐτοῖς κύριον τὸν θεὸν Ισραηλ καὶ νῦν οὐ δυνησόμεθα ἅψασθαι αὐτῶν·

20τοῦτο ποιήσομεν, ζωγρῆσαι αὐτούς, καὶ περιποιησόμεθα αὐτούς, καὶ οὐκ ἔσται καθ ἡμῶν ὀργὴ διὰ τὸν ὅρκον, ὃν ὠμόσαμεν αὐτοῖς·

21ζήσονται καὶ ἔσονται ξυλοκόποι καὶ ὑδροφόροι πάσῃ τῇ συναγωγῇ, καθάπερ εἶπαν αὐτοῖς οἱ ἄρχοντες.

22καὶ συνεκάλεσεν αὐτοὺς Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Διὰ τί παρελογίσασθέ με λέγοντες Μακρὰν ἀπὸ σοῦ ἐσμεν σφόδρα ; ὑμεῖς δὲ ἐγχώριοί ἐστε τῶν κατοικούντων ἐν ἡμῖν·

23καὶ νῦν ἐπικατάρατοί ἐστε, οὐ μὴ ἐκλίπῃ ἐξ ὑμῶν δοῦλος οὐδὲ ξυλοκόπος ἐμοὶ καὶ τῷ θεῷ μου.

24καὶ ἀπεκρίθησαν τῷ Ἰησοῖ λέγοντες Ἀνηγγέλη ἡμῖν ὅσα συνέταξεν κύριος ὁ θεός σου Μωυσῇ τῷ παιδὶ αὐτοῦ, δοῦναι ὑμῖν τὴν γῆν ταύτην καὶ ἐξολεθρεῦσαι ἡμᾶς καὶ πάντας τοὺς κατοικοῦντας ἐπ αὐτῆς ἀπὸ προσώπου ὑμῶν, καὶ ἐφοβήθημεν σφόδρα περὶ τῶν ψυχῶν ἡμῶν ἀπὸ προσώπου ὑμῶν καὶ ἐποιήσαμεν τὸ πρᾶγμα τοῦτο.

25καὶ νῦν ἰδοὺ ἡμεῖς ὑποχείριοι ὑμῖν· ὡς ἀρέσκει ὑμῖν καὶ ὡς δοκεῖ ὑμῖν, ποιήσατε ἡμῖν.

26καὶ ἐποίησαν αὐτοῖς οὕτως· καὶ ἐξείλατο αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρῶν υἱῶν Ισραηλ, καὶ οὐκ ἀνεῖλον αὐτούς.

27καὶ κατέστησεν αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυλοκόπους καὶ ὑδροφόρους πάσῃ τῇ συναγωγῇ καὶ τῷ θυσιαστηρίῳ τοῦ θεοῦ· διὰ τοῦτο ἐγένοντο οἱ κατοικοῦντες Γαβαων ξυλοκόποι καὶ ὑδροφόροι τοῦ θυσιαστηρίου τοῦ θεοῦ ἕως τῆς σήμερον ἡμέρας καὶ εἰς τὸν τόπον, ὃν ἐὰν ἐκλέξηται κύριος.

Lire Josué 9 en entier

Commentaires sur Josué 9

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org