Septante (AT)
Josué 22:16-20
16Τάδε λέγει πᾶσα ἡ συναγωγὴ κυρίου Τίς ἡ πλημμέλεια αὕτη, ἣν ἐπλημμελήσατε ἐναντίον τοῦ θεοῦ Ισραηλ, ἀποστραφῆναι σήμερον ἀπὸ κυρίου οἰκοδομήσαντες ὑμῖν ἑαυτοῖς βωμὸν ἀποστάτας ὑμᾶς γενέσθαι ἀπὸ κυρίου ;
17μὴ μικρὸν ἡμῖν τὸ ἁμάρτημα Φογωρ ; ὅτι οὐκ ἐκαθαρίσθημεν ἀπ αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης, καὶ ἐγενήθη πληγὴ ἐν τῇ συναγωγῇ κυρίου.
18καὶ ὑμεῖς ἀποστραφήσεσθε σήμερον ἀπὸ κυρίου ; καὶ ἔσται ἐὰν ἀποστῆτε σήμερον ἀπὸ κυρίου, καὶ αὔριον ἐπὶ πάντα Ισραηλ ἔσται ἡ ὀργή.
19καὶ νῦν εἰ μικρὰ ὑμῖν ἡ γῆ τῆς κατασχέσεως ὑμῶν, διάβητε εἰς τὴν γῆν τῆς κατασχέσεως κυρίου, οὗ κατασκηνοῖ ἐκεῖ ἡ σκηνὴ κυρίου, καὶ κατακληρονομήσατε ἐν ἡμῖν· καὶ μὴ ἀποστάται ἀπὸ θεοῦ γενήθητε καὶ μὴ ἀπόστητε ἀπὸ κυρίου διὰ τὸ οἰκοδομῆσαι ὑμᾶς βωμὸν ἔξω τοῦ θυσιαστηρίου κυρίου τοῦ θεοῦ ἡμῶν.
20οὐκ ἰδοὺ Αχαρ ὁ τοῦ Ζαρα πλημμελείᾳ ἐπλημμέλησεν ἀπὸ τοῦ ἀναθέματος καὶ ἐπὶ πᾶσαν συναγωγὴν Ισραηλ ἐγενήθη ὀργή ; καὶ οὗτος εἷς μόνος ἦν· μὴ μόνος οὗτος ἀπέθανεν τῇ ἑαυτοῦ ἁμαρτίᾳ ;
Commentaires sur Josué 22
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires