Septante (AT)
Josué 11:3-8
3καὶ εἰς τοὺς παραλίους Χαναναίους ἀπὸ ἀνατολῶν καὶ εἰς τοὺς παραλίους Αμορραίους καὶ Ευαίους καὶ Ιεβουσαίους καὶ Φερεζαίους τοὺς ἐν τῷ ὄρει καὶ τοὺς Χετταίους τοὺς ὑπὸ τὴν Αερμων εἰς γῆν Μασσηφα.
4καὶ ἐξῆλθον αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν μετ αὐτῶν ὥσπερ ἡ ἄμμος τῆς θαλάσσης τῷ πλήθει καὶ ἵπποι καὶ ἅρματα πολλὰ σφόδρα.
5καὶ συνῆλθον πάντες οἱ βασιλεῖς οὗτοι καὶ παρεγένοντο ἐπὶ τὸ αὐτὸ καὶ παρενέβαλον ἐπὶ τοῦ ὕδατος Μαρρων πολεμῆσαι τὸν Ισραηλ.
6καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν Μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι αὔριον ταύτην τὴν ὥραν ἐγὼ παραδίδωμι τετροπωμένους αὐτοὺς ἐναντίον τοῦ Ισραηλ· τοὺς ἵππους αὐτῶν νευροκοπήσεις καὶ τὰ ἅρματα αὐτῶν κατακαύσεις ἐν πυρί.
7καὶ ἦλθεν Ἰησοῦς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς ἐπ αὐτοὺς ἐπὶ τὸ ὕδωρ Μαρρων ἐξάπινα καὶ ἐπέπεσαν ἐπ αὐτοὺς ἐν τῇ ὀρεινῇ.
8καὶ παρέδωκεν αὐτοὺς κύριος ὑποχειρίους Ισραηλ, καὶ κόπτοντες αὐτοὺς κατεδίωκον ἕως Σιδῶνος τῆς μεγάλης καὶ ἕως Μασερων καὶ ἕως τῶν πεδίων Μασσωχ κατ ἀνατολὰς καὶ κατέκοψαν αὐτοὺς ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν διασεσῳσμένον.
Commentaires sur Josué 11
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires