Josué 11
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Josué 11:13-21

13ἀλλὰ πάσας τὰς πόλεις τὰς κεχωματισμένας οὐκ ἐνέπρησεν Ισραηλ, πλὴν Ασωρ μόνην ἐνέπρησεν Ἰησοῦς.

14καὶ πάντα τὰ σκῦλα αὐτῆς ἐπρονόμευσαν ἑαυτοῖς οἱ υἱοὶ Ισραηλ, αὐτοὺς δὲ πάντας ἐξωλέθρευσαν ἐν στόματι ξίφους, ἕως ἀπώλεσεν αὐτούς, οὐ κατέλιπον ἐξ αὐτῶν οὐδὲ ἓν ἐμπνέον.

15ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ τῷ παιδὶ αὐτοῦ, καὶ Μωυσῆς ὡσαύτως ἐνετείλατο τῷ Ἰησοῖ, καὶ οὕτως ἐποίησεν Ἰησοῦς, οὐ παρέβη οὐδὲν ἀπὸ πάντων, ὧν συνέταξεν αὐτῷ Μωυσῆς.

16Καὶ ἔλαβεν Ἰησοῦς πᾶσαν τὴν γῆν τὴν ὀρεινὴν καὶ πᾶσαν τὴν Ναγεβ καὶ πᾶσαν τὴν γῆν Γοσομ καὶ τὴν πεδινὴν καὶ τὴν πρὸς δυσμαῖς καὶ τὸ ὄρος Ισραηλ καὶ τὰ ταπεινά,

17τὰ πρὸς τῷ ὄρει ἀπὸ ὄρους Αχελ καὶ ὃ προσαναβαίνει εἰς Σηιρ καὶ ἕως Βααλγαδ καὶ τὰ πεδία τοῦ Λιβάνου ὑπὸ τὸ ὄρος τὸ Αερμων καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν ἔλαβεν καὶ ἀνεῖλεν αὐτοὺς καὶ ἀπέκτεινεν.

18καὶ πλείους ἡμέρας ἐποίησεν Ἰησοῦς πρὸς τοὺς βασιλεῖς τούτους τὸν πόλεμον,

19καὶ οὐκ ἦν πόλις, ἣν οὐκ ἔλαβεν Ισραηλ, πάντα ἐλάβοσαν ἐν πολέμῳ.

20ὅτι διὰ κυρίου ἐγένετο κατισχῦσαι αὐτῶν τὴν καρδίαν συναντᾶν εἰς πόλεμον πρὸς Ισραηλ, ἵνα ἐξολεθρευθῶσιν, ὅπως μὴ δοθῇ αὐτοῖς ἔλεος, ἀλλ ἵνα ἐξολεθρευθῶσιν, ὃν τρόπον εἶπεν κύριος πρὸς Μωυσῆν.

21Καὶ ἦλθεν Ἰησοῦς ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἐξωλέθρευσεν τοὺς Ενακιμ ἐκ τῆς ὀρεινῆς, ἐκ Χεβρων καὶ ἐκ Δαβιρ καὶ ἐξ Αναβωθ καὶ ἐκ παντὸς γένους Ισραηλ καὶ ἐκ παντὸς ὄρους Ιουδα σὺν ταῖς πόλεσιν αὐτῶν, καὶ ἐξωλέθρευσεν αὐτοὺς Ἰησοῦς.

Lire Josué 11 en entier

Commentaires sur Josué 11

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org