Septante (AT)
Job 8:1-7
1Ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει
2Μέχρι τίνος λαλήσεις ταῦτα ; πνεῦμα πολυρῆμον τοῦ στόματός σου.
3μὴ ὁ κύριος ἀδικήσει κρίνων ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον ;
4εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτοῦ, ἀπέστειλεν ἐν χειρὶ ἀνομίας αὐτῶν.
5σὺ δὲ ὄρθριζε πρὸς κύριον παντοκράτορα δεόμενος.
6εἰ καθαρὸς εἶ καὶ ἀληθινός, δεήσεως ἐπακούσεταί σου, ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης·
7ἔσται οὖν τὰ μὲν πρῶτά σου ὀλίγα, τὰ δὲ ἔσχατά σου ἀμύθητα.
Commentaires sur Job 8
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires