Job 41
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Job 41:12-22

12ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου καιομένης πυρὶ ἀνθράκων·

13ἡ ψυχὴ αὐτοῦ ἄνθρακες, φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύεται.

14ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλίζεται δύναμις, ἔμπροσθεν αὐτοῦ τρέχει ἀπώλεια.

15σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται· καταχέει ἐπ αὐτόν, οὐ σαλευθήσεται.

16ἡ καρδία αὐτοῦ πέπηγεν ὡς λίθος, ἕστηκεν δὲ ὥσπερ ἄκμων ἀνήλατος.

17στραφέντος δὲ αὐτοῦ φόβος θηρίοις τετράποσιν ἐπὶ γῆς ἁλλομένοις.

18ἐὰν συναντήσωσιν αὐτῷ λόγχαι, οὐδὲν μὴ ποιήσωσιν δόρυ ἐπηρμένον καὶ θώρακα·

19ἥγηται μὲν γὰρ σίδηρον ἄχυρα, χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν·

20οὐ μὴ τρώσῃ αὐτὸν τόξον χάλκειον, ἥγηται μὲν πετροβόλον χόρτον·

21ὡς καλάμη ἐλογίσθησαν σφῦραι, καταγελᾷ δὲ σεισμοῦ πυρφόρου.

22ἡ στρωμνὴ αὐτοῦ ὀβελίσκοι ὀξεῖς, πᾶς δὲ χρυσὸς θαλάσσης ὑπ αὐτὸν ὥσπερ πηλὸς ἀμύθητος.

Lire Job 41 en entier

Commentaires sur Job 41

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org