Job 41
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Job 41:1-7

1οὐχ ἑόρακας αὐτὸν οὐδὲ ἐπὶ τοῖς λεγομένοις τεθαύμακας ;

2οὐ δέδοικας ὅτι ἡτοίμασταί μοι ; τίς γάρ ἐστιν ὁ ἐμοὶ ἀντιστάς ;

3ἢ τίς ἀντιστήσεταί μοι καὶ ὑπομενεῖ, εἰ πᾶσα ἡ ὑπ οὐρανὸν ἐμή ἐστιν ;

4οὐ σιωπήσομαι δι αὐτόν, καὶ λόγον δυνάμεως ἐλεήσει τὸν ἴσον αὐτοῦ.

5τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ ; εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι ;

6πύλας προσώπου αὐτοῦ τίς ἀνοίξει ; κύκλῳ ὀδόντων αὐτοῦ φόβος.

7τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χάλκειαι, σύνδεσμος δὲ αὐτοῦ ὥσπερ σμιρίτης λίθος·

Lire Job 41 en entier

Commentaires sur Job 41

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org