Septante (AT)
Job 36:16-21
16καὶ προσέτι ἠπάτησέν σε ἐκ στόματος ἐχθροῦ· ἄβυσσος, κατάχυσις ὑποκάτω αὐτῆς· καὶ κατέβη τράπεζά σου πλήρης πιότητος.
17οὐχ ὑστερήσει δὲ ἀπὸ δικαίων κρίμα,
18θυμὸς δὲ ἐπ ἀσεβεῖς ἔσται δι ἀσέβειαν δώρων, ὧν ἐδέχοντο ἐπ ἀδικίαις.
19μή σε ἐκκλινάτω ἑκὼν ὁ νοῦς δεήσεως ἐν ἀνάγκῃ ὄντων ἀδυνάτων, καὶ πάντας τοὺς κραταιοῦντας ἰσχύν,
20μὴ ἐξελκύσῃς τὴν νύκτα τοῦ ἀναβῆναι λαοὺς ἀντ αὐτῶν·
21ἀλλὰ φύλαξαι μὴ πράξῃς ἄτοπα· ἐπὶ τοῦτον γὰρ ἐξείλω ἀπὸ πτωχείας.
Commentaires sur Job 36
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires