Septante (AT)
Job 34:33-37
33μὴ παρὰ σοῦ ἀποτείσει αὐτήν ; ὅτι ἀπώσῃ, ὅτι σὺ ἐκλέξῃ καὶ οὐκ ἐγώ· καὶ τί ἔγνως λάλησον.
34διὸ συνετοὶ καρδίας ἐροῦσιν ταῦτα, ἀνὴρ δὲ σοφὸς ἀκήκοέν μου τὸ ῥῆμα.
35Ιωβ δὲ οὐκ ἐν συνέσει ἐλάλησεν, τὰ δὲ ῥήματα αὐτοῦ οὐκ ἐν ἐπιστήμῃ.
36οὐ μὴν δὲ ἀλλὰ μάθε, Ιωβ, μὴ δῷς ἔτι ἀνταπόκρισιν ὥσπερ οἱ ἄφρονες,
37ἵνα μὴ προσθῶμεν ἐφ ἁμαρτίαις ἡμῶν, ἀνομία δὲ ἐφ ἡμῖν λογισθήσεται πολλὰ λαλούντων ῥήματα ἐναντίον τοῦ κυρίου.
Commentaires sur Job 34
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires