Job 34
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Job 34:10-30

10διό, συνετοὶ καρδίας, ἀκούσατέ μου Μή μοι εἴη ἔναντι κυρίου ἀσεβῆσαι καὶ ἔναντι παντοκράτορος ταράξαι τὸ δίκαιον·

11ἀλλὰ ἀποδιδοῖ ἀνθρώπῳ καθὰ ποιεῖ ἕκαστος αὐτῶν, καὶ ἐν τρίβῳ ἀνδρὸς εὑρήσει αὐτόν.

12οἴῃ δὲ τὸν κύριον ἄτοπα ποιήσειν ; ἢ ὁ παντοκράτωρ ταράξει κρίσιν, ὃς ἐποίησεν τὴν γῆν ;

13τίς δέ ἐστιν ὁ ποιῶν τὴν ὑπ οὐρανὸν καὶ τὰ ἐνόντα πάντα ;

14εἰ γὰρ βούλοιτο συνέχειν καὶ τὸ πνεῦμα παρ αὐτῷ κατασχεῖν,

15τελευτήσει πᾶσα σὰρξ ὁμοθυμαδόν, πᾶς δὲ βροτὸς εἰς γῆν ἀπελεύσεται, ὅθεν καὶ ἐπλάσθη.

16εἰ δὲ μὴ νουθετῇ, ἄκουε ταῦτα, ἐνωτίζου φωνὴν ῥημάτων.

17ἰδὲ σὺ τὸν μισοῦντα ἄνομα καὶ τὸν ὀλλύντα τοὺς πονηροὺς ὄντα αἰώνιον δίκαιον.

18ἀσεβὴς ὁ λέγων βασιλεῖ Παρανομεῖς, ἀσεβέστατε τοῖς ἄρχουσιν·

19ὃς οὐκ ἐπῃσχύνθη πρόσωπον ἐντίμου οὐδὲ οἶδεν τιμὴν θέσθαι ἁδροῖς θαυμασθῆναι πρόσωπα αὐτῶν.

20κενὰ δὲ αὐτοῖς ἀποβήσεται τὸ κεκραγέναι καὶ δεῖσθαι ἀνδρός· ἐχρήσαντο γὰρ παρανόμως ἐκκλινομένων ἀδυνάτων.

21αὐτὸς γὰρ ὁρατής ἐστιν ἔργων ἀνθρώπων, λέληθεν δὲ αὐτὸν οὐδὲν ὧν πράσσουσιν,

22οὐδὲ ἔσται τόπος τοῦ κρυβῆναι τοὺς ποιοῦντας τὰ ἄνομα·

23ὅτι οὐκ ἐπ ἄνδρα θήσει ἔτι· ὁ γὰρ κύριος πάντας ἐφορᾷ

24ὁ καταλαμβάνων ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός·

25ὁ γνωρίζων αὐτῶν τὰ ἔργα καὶ στρέψει νύκτα, καὶ ταπεινωθήσονται.

26ἔσβεσεν δὲ ἀσεβεῖς, ὁρατοὶ δὲ ἐναντίον αὐτοῦ,

27ὅτι ἐξέκλιναν ἐκ νόμου θεοῦ, δικαιώματα δὲ αὐτοῦ οὐκ ἐπέγνωσαν

28τοῦ ἐπαγαγεῖν ἐπ αὐτὸν κραυγὴν πένητος, καὶ κραυγὴν πτωχῶν εἰσακούσεται.

29καὶ αὐτὸς ἡσυχίαν παρέξει, καὶ τίς καταδικάσεται ; καὶ κρύψει πρόσωπον, καὶ τίς ὄψεται αὐτόν ; καὶ κατὰ ἔθνους καὶ κατὰ ἀνθρώπου ὁμοῦ

30βασιλεύων ἄνθρωπον ὑποκριτὴν ἀπὸ δυσκολίας λαοῦ.

Lire Job 34 en entier

Commentaires sur Job 34

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org