Septante (AT)
Job 27:8-12
8καὶ τίς γάρ ἐστιν ἐλπὶς ἀσεβεῖ ὅτι ἐπέχει ; πεποιθὼς ἐπὶ κύριον ἆρα σωθήσεται ;
9ἦ τὴν δέησιν αὐτοῦ εἰσακούσεται κύριος ; ἢ ἐπελθούσης αὐτῷ ἀνάγκης
10μὴ ἔχει τινὰ παρρησίαν ἔναντι αὐτοῦ ; ἢ ὡς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ ;
11ἀλλὰ δὴ ἀναγγελῶ ὑμῖν τί ἐστιν ἐν χειρὶ κυρίου· ἅ ἐστιν παρὰ παντοκράτορι, οὐ ψεύσομαι.
12ἰδοὺ δὴ πάντες οἴδατε ὅτι κενὰ κενοῖς ἐπιβάλλετε.
Commentaires sur Job 27
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires