Septante (AT)
Job 18:7-11
7θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτοῦ, σφάλαι δὲ αὐτοῦ ἡ βουλή.
8ἐμβέβληται δὲ ὁ ποὺς αὐτοῦ ἐν παγίδι· ἐν δικτύῳ ἑλιχθείη.
9ἔλθοισαν δὲ ἐπ αὐτὸν παγίδες· κατισχύσει ἐπ αὐτὸν διψῶντας.
10κέκρυπται ἐν τῇ γῇ σχοινίον αὐτοῦ καὶ ἡ σύλλημψις αὐτοῦ ἐπὶ τρίβων.
11κύκλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι, πολλοὶ δὲ περὶ πόδας αὐτοῦ ἔλθοισαν ἐν λιμῷ στενῷ.
Commentaires sur Job 18
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires