Job 11
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Job 11:1-6

1Ὑπολαβὼν δὲ Σωφαρ ὁ Μιναῖος λέγει

2Ὁ τὰ πολλὰ λέγων καὶ ἀντακούσεται· ἢ καὶ ὁ εὔλαλος οἴεται εἶναι δίκαιος ; εὐλογημένος γεννητὸς γυναικὸς ὀλιγόβιος.

3μὴ πολὺς ἐν ῥήμασιν γίνου, οὐ γάρ ἐστιν ὁ ἀντικρινόμενός σοι.

4μὴ γὰρ λέγε ὅτι Καθαρός εἰμι τοῖς ἔργοις καὶ ἄμεμπτος ἐναντίον αὐτοῦ.

5ἀλλὰ πῶς ἂν ὁ κύριος λαλήσαι πρὸς σέ ; καὶ ἀνοίξει χείλη αὐτοῦ μετὰ σοῦ.

6εἶτα ἀναγγελεῖ σοι δύναμιν σοφίας, ὅτι διπλοῦς ἔσται τῶν κατὰ σέ· καὶ τότε γνώσῃ ὅτι ἄξιά σοι ἀπέβη ἀπὸ κυρίου ὧν ἡμάρτηκας.

Lire Job 11 en entier

Commentaires sur Job 11

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org