Jérémie 9
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Jérémie 9:9-16

9Ἐπὶ τὰ ὄρη λάβετε κοπετὸν καὶ ἐπὶ τὰς τρίβους τῆς ἐρήμου θρῆνον, ὅτι ἐξέλιπον παρὰ τὸ μὴ εἶναι ἀνθρώπους· οὐκ ἤκουσαν φωνὴν ὑπάρξεως· ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ καὶ ἕως κτηνῶν ἐξέστησαν, ᾤχοντο.

10καὶ δώσω τὴν Ιερουσαλημ εἰς μετοικίαν καὶ εἰς κατοικητήριον δρακόντων καὶ τὰς πόλεις Ιουδα εἰς ἀφανισμὸν θήσομαι παρὰ τὸ μὴ κατοικεῖσθαι.

11τίς ὁ ἄνθρωπος ὁ συνετός, καὶ συνέτω τοῦτο, καὶ ᾧ λόγος στόματος κυρίου πρὸς αὐτόν, ἀναγγειλάτω ὑμῖν· ἕνεκεν τίνος ἀπώλετο ἡ γῆ, ἀνήφθη ὡς ἔρημος παρὰ τὸ μὴ διοδεύεσθαι αὐτήν ;

12καὶ εἶπεν κύριος πρός με Διὰ τὸ ἐγκαταλιπεῖν αὐτοὺς τὸν νόμον μου, ὃν ἔδωκα πρὸ προσώπου αὐτῶν, καὶ οὐκ ἤκουσαν τῆς φωνῆς μου,

13ἀλλ ἐπορεύθησαν ὀπίσω τῶν ἀρεστῶν τῆς καρδίας αὐτῶν τῆς κακῆς καὶ ὀπίσω τῶν εἰδώλων, ἃ ἐδίδαξαν αὐτοὺς οἱ πατέρες αὐτῶν,

14διὰ τοῦτο τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ Ἰδοὺ ἐγὼ ψωμιῶ αὐτοὺς ἀνάγκας καὶ ποτιῶ αὐτοὺς ὕδωρ χολῆς

15καὶ διασκορπιῶ αὐτοὺς ἐν τοῖς ἔθνεσιν, εἰς οὓς οὐκ ἐγίνωσκον αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν, καὶ ἐπαποστελῶ ἐπ αὐτοὺς τὴν μάχαιραν ἕως τοῦ ἐξαναλῶσαι αὐτοὺς ἐν αὐτῇ.

16τάδε λέγει κύριος Καλέσατε τὰς θρηνούσας καὶ ἐλθέτωσαν, καὶ πρὸς τὰς σοφὰς ἀποστείλατε καὶ φθεγξάσθωσαν

Lire Jérémie 9 en entier

Commentaires sur Jérémie 9

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org