Septante (AT)
Jérémie 31:27-40
27καὶ εἰ μὴ εἰς γελοιασμὸν ἦν σοι Ισραηλ ; εἰ ἐν κλοπαῖς σου εὑρέθη, ὅτι ἐπολέμεις αὐτόν ;
28κατέλιπον τὰς πόλεις καὶ ᾤκησαν ἐν πέτραις οἱ κατοικοῦντες Μωαβ, ἐγενήθησαν ὡς περιστεραὶ νοσσεύουσαι ἐν πέτραις στόματι βοθύνου.
29ἤκουσα ὕβριν Μωαβ, ὕβρισεν λίαν· ὕβριν αὐτοῦ καὶ ὑπερηφανίαν αὐτοῦ, καὶ ὑψώθη ἡ καρδία αὐτοῦ.
30ἐγὼ δὲ ἔγνων ἔργα αὐτοῦ· οὐχὶ τὸ ἱκανὸν αὐτοῦ, οὐχ οὕτως ἐποίησεν.
31διὰ τοῦτο ἐπὶ Μωαβ ὀλολύζετε πάντοθεν, βοήσατε ἐπ ἄνδρας Κιραδας αὐχμοῦ.
32ὡς κλαυθμὸν Ιαζηρ ἀποκλαύσομαί σοι, ἄμπελος Σεβημα· κλήματά σου διῆλθεν θάλασσαν, Ιαζηρ ἥψαντο· ἐπὶ ὀπώραν σου, ἐπὶ τρυγηταῖς σου ὄλεθρος ἐπέπεσεν.
33συνεψήσθη χαρμοσύνη καὶ εὐφροσύνη ἐκ τῆς Μωαβίτιδος, καὶ οἶνος ἦν ἐπὶ ληνοῖς σου· πρωὶ οὐκ ἐπάτησαν οὐδὲ δείλης, οὐκ ἐποίησαν αιδαδ.
34ἀπὸ κραυγῆς Εσεβων ἕως Ελεαλη αἱ πόλεις αὐτῶν ἔδωκαν φωνὴν αὐτῶν, ἀπὸ Ζογορ ἕως Ωρωναιμ καὶ Αγλαθ – σαλισια, ὅτι καὶ τὸ ὕδωρ Νεβριμ εἰς κατάκαυμα ἔσται.
35καὶ ἀπολῶ τὸν Μωαβ, φησὶν κύριος, ἀναβαίνοντα ἐπὶ βωμὸν καὶ θυμιῶντα θεοῖς αὐτοῦ.
36διὰ τοῦτο καρδία μου, Μωαβ, ὥσπερ αὐλοὶ βομβήσουσιν, καρδία μου ἐπ ἀνθρώπους Κιραδας ὥσπερ αὐλὸς βομβήσει· διὰ τοῦτο ἃ περιεποιήσατο, ἀπώλετο ἀπὸ ἀνθρώπου.
37πᾶσαν κεφαλὴν ἐν παντὶ τόπῳ ξυρήσονται, καὶ πᾶς πώγων ξυρηθήσεται, καὶ πᾶσαι χεῖρες κόψονται, καὶ ἐπὶ πάσης ὀσφύος σάκκος.
38καὶ ἐπὶ πάντων τῶν δωμάτων Μωαβ καὶ ἐπὶ πλατείαις αὐτῆς, ὅτι συνέτριψα τὸν Μωαβ, φησὶν κύριος, ὡς ἀγγεῖον, οὗ οὐκ ἔστιν χρεία αὐτοῦ.
39πῶς κατήλλαξεν ; πῶς ἔστρεψεν νῶτον Μωαβ ; ᾐσχύνθη καὶ ἐγένετο Μωαβ εἰς γέλωτα καὶ ἐγκότημα πᾶσιν τοῖς κύκλῳ αὐτῆς.
40ὅτι οὕτως εἶπεν κύριος
Commentaires sur Jérémie 31
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires