Septante (AT)
Jérémie 30:27
27καὶ ἔσονται κάμηλοι αὐτῶν εἰς προνομὴν καὶ πλῆθος κτηνῶν αὐτῶν εἰς ἀπώλειαν· καὶ λικμήσω αὐτοὺς παντὶ πνεύματι κεκαρμένους πρὸ προσώπου αὐτῶν, ἐκ παντὸς πέραν αὐτῶν οἴσω τὴν τροπὴν αὐτῶν, εἶπεν κύριος.
Contexte de Jérémie 30:27
25φεύγετε λίαν, βαθύνατε εἰς κάθισιν, καθήμενοι ἐν τῇ αὐλῇ, ὅτι ἐβουλεύσατο ἐφ ὑμᾶς βασιλεὺς Βαβυλῶνος βουλὴν καὶ ἐλογίσατο ἐφ ὑμᾶς λογισμόν. 26ἀνάστηθι καὶ ἀνάβηθι ἐπ ἔθνος εὐσταθοῦν καθήμενον εἰς ἀναψυχήν, οἷς οὔκ εἰσιν θύραι, οὐ βάλανοι, οὐ μοχλοί, μόνοι καταλύουσιν. καὶ ἔσονται κάμηλοι αὐτῶν εἰς προνομὴν καὶ πλῆθος κτηνῶν αὐτῶν εἰς ἀπώλειαν· καὶ λικμήσω αὐτοὺς παντὶ πνεύματι κεκαρμένους πρὸ προσώπου αὐτῶν, ἐκ παντὸς πέραν αὐτῶν οἴσω τὴν τροπὴν αὐτῶν, εἶπεν κύριος. 28καὶ ἔσται ἡ αὐλὴ διατριβὴ στρουθῶν καὶ ἄβατος ἕως αἰῶνος, οὐ μὴ καθίσῃ ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ κατοικήσῃ ἐκεῖ υἱὸς ἀνθρώπου. 29Τῇ Δαμασκῷ. Κατῃσχύνθη Ημαθ καὶ Αρφαδ, ὅτι ἤκουσαν ἀκοὴν πονηράν· ἐξέστησαν, ἐθυμώθησαν, ἀναπαύσασθαι οὐ μὴ δύνωνται.
Lire Jérémie 30 en entierCommentaires sur Jérémie 30
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires