Septante (AT)
Jérémie 30:26
26ἀνάστηθι καὶ ἀνάβηθι ἐπ ἔθνος εὐσταθοῦν καθήμενον εἰς ἀναψυχήν, οἷς οὔκ εἰσιν θύραι, οὐ βάλανοι, οὐ μοχλοί, μόνοι καταλύουσιν.
Contexte de Jérémie 30:26
24σκηνὰς αὐτῶν καὶ πρόβατα αὐτῶν λήμψονται, ἱμάτια αὐτῶν καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ καμήλους αὐτῶν λήμψονται ἑαυτοῖς· καὶ καλέσατε ἐπ αὐτοὺς ἀπώλειαν κυκλόθεν. 25φεύγετε λίαν, βαθύνατε εἰς κάθισιν, καθήμενοι ἐν τῇ αὐλῇ, ὅτι ἐβουλεύσατο ἐφ ὑμᾶς βασιλεὺς Βαβυλῶνος βουλὴν καὶ ἐλογίσατο ἐφ ὑμᾶς λογισμόν. ἀνάστηθι καὶ ἀνάβηθι ἐπ ἔθνος εὐσταθοῦν καθήμενον εἰς ἀναψυχήν, οἷς οὔκ εἰσιν θύραι, οὐ βάλανοι, οὐ μοχλοί, μόνοι καταλύουσιν. 27καὶ ἔσονται κάμηλοι αὐτῶν εἰς προνομὴν καὶ πλῆθος κτηνῶν αὐτῶν εἰς ἀπώλειαν· καὶ λικμήσω αὐτοὺς παντὶ πνεύματι κεκαρμένους πρὸ προσώπου αὐτῶν, ἐκ παντὸς πέραν αὐτῶν οἴσω τὴν τροπὴν αὐτῶν, εἶπεν κύριος. 28καὶ ἔσται ἡ αὐλὴ διατριβὴ στρουθῶν καὶ ἄβατος ἕως αἰῶνος, οὐ μὴ καθίσῃ ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ κατοικήσῃ ἐκεῖ υἱὸς ἀνθρώπου.
Lire Jérémie 30 en entierCommentaires sur Jérémie 30
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires