Septante (AT)
Jérémie 26:16-19
16καὶ τὸ πλῆθός σου ἠσθένησεν καὶ ἔπεσεν, καὶ ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ ἐλάλει Ἀναστῶμεν καὶ ἀναστρέψωμεν πρὸς τὸν λαὸν ἡμῶν εἰς τὴν πατρίδα ἡμῶν ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς.
17καλέσατε τὸ ὄνομα Φαραω Νεχαω βασιλέως Αἰγύπτου Σαων – εσβι – εμωηδ.
18ζῶ ἐγώ, λέγει κύριος ὁ θεός, ὅτι ὡς τὸ Ἰταβύριον ἐν τοῖς ὄρεσιν καὶ ὡς ὁ Κάρμηλος ἐν τῇ θαλάσσῃ ἥξει.
19σκεύη ἀποικισμοῦ ποίησον σεαυτῇ, κατοικοῦσα θύγατερ Αἰγύπτου, ὅτι Μέμφις εἰς ἀφανισμὸν ἔσται καὶ κληθήσεται οὐαὶ διὰ τὸ μὴ ὑπάρχειν κατοικοῦντας ἐν αὐτῇ.
Commentaires sur Jérémie 26
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires