Ésaïe 7
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Ésaïe 7:8-16

8ἀλλ ἡ κεφαλὴ Αραμ Δαμασκός, ἀλλ ἔτι ἑξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία Εφραιμ ἀπὸ λαοῦ,

9καὶ ἡ κεφαλὴ Εφραιμ Σομορων, καὶ ἡ κεφαλὴ Σομορων υἱὸς τοῦ Ρομελιου· καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε.

10Καὶ προσέθετο κύριος λαλῆσαι τῷ Αχαζ λέγων

11Αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος.

12καὶ εἶπεν Αχαζ Οὐ μὴ αἰτήσω οὐδ οὐ μὴ πειράσω κύριον.

13καὶ εἶπεν Ἀκούσατε δή, οἶκος Δαυιδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις ; καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα ;

14διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Εμμανουηλ·

15βούτυρον καὶ μέλι φάγεται· πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ ἐκλέξεται τὸ ἀγαθόν·

16διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν, καὶ καταλειφθήσεται ἡ γῆ, ἣν σὺ φοβῇ ἀπὸ προσώπου τῶν δύο βασιλέων.

Lire Ésaïe 7 en entier

Commentaires sur Ésaïe 7

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org