Septante (AT)
Ésaïe 7:10-14
10Καὶ προσέθετο κύριος λαλῆσαι τῷ Αχαζ λέγων
11Αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος.
12καὶ εἶπεν Αχαζ Οὐ μὴ αἰτήσω οὐδ οὐ μὴ πειράσω κύριον.
13καὶ εἶπεν Ἀκούσατε δή, οἶκος Δαυιδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις ; καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα ;
14διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Εμμανουηλ·
Commentaires sur Ésaïe 7
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires