Septante (AT)
Ésaïe 44:4-8
4καὶ ἀνατελοῦσιν ὡσεὶ χόρτος ἀνὰ μέσον ὕδατος καὶ ὡς ἰτέα ἐπὶ παραρρέον ὕδωρ.
5οὗτος ἐρεῖ Τοῦ θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ιακωβ, καὶ ἕτερος ἐπιγράψει Τοῦ θεοῦ εἰμι, ἐπὶ τῷ ὀνόματι Ισραηλ.
6Οὕτως λέγει ὁ θεὸς ὁ βασιλεὺς τοῦ Ισραηλ ὁ ῥυσάμενος αὐτὸν θεὸς σαβαωθ Ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, πλὴν ἐμοῦ οὐκ ἔστιν θεός.
7τίς ὥσπερ ἐγώ ; στήτω καλεσάτω καὶ ἑτοιμασάτω μοι ἀφ οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα, καὶ τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀναγγειλάτωσαν ὑμῖν.
8μὴ παρακαλύπτεσθε· οὐκ ἀπ ἀρχῆς ἠνωτίσασθε καὶ ἀπήγγειλα ὑμῖν ; μάρτυρες ὑμεῖς ἐστε, εἰ ἔστιν θεὸς πλὴν ἐμοῦ· καὶ οὐκ ἦσαν τότε.
Commentaires sur Ésaïe 44
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires