Ésaïe 37
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Ésaïe 37:9-14

9ἐξῆλθεν Θαρακα βασιλεὺς Αἰθιόπων πολιορκῆσαι αὐτόν· καὶ ἀκούσας ἀπέστρεψεν καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Εζεκιαν λέγων

10Οὕτως ἐρεῖτε Εζεκια βασιλεῖ τῆς Ιουδαίας Μή σε ἀπατάτω ὁ θεός σου, ἐφ ᾧ πεποιθὼς εἶ ἐπ αὐτῷ λέγων Οὐ μὴ παραδοθῇ Ιερουσαλημ εἰς χεῖρας βασιλέως Ἀσσυρίων.

11ἢ οὐκ ἤκουσας ἃ ἐποίησαν βασιλεῖς Ἀσσυρίων πᾶσαν τὴν γῆν ὡς ἀπώλεσαν ;

12μὴ ἐρρύσαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν, οὓς οἱ πατέρες μου ἀπώλεσαν, τήν τε Γωζαν καὶ Χαρραν καὶ Ραφες, αἵ εἰσιν ἐν χώρᾳ Θεμαδ ;

13ποῦ εἰσιν οἱ βασιλεῖς Αιμαθ καὶ Αρφαθ καὶ πόλεως Σεπφαριμ, Αναγ, Ουγαυα ;

14καὶ ἔλαβεν Εζεκιας τὸ βιβλίον παρὰ τῶν ἀγγέλων καὶ ἤνοιξεν αὐτὸ ἐναντίον κυρίου,

Lire Ésaïe 37 en entier

Commentaires sur Ésaïe 37

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org