Septante (AT)
Ésaïe 37:6-10
6καὶ εἶπεν αὐτοῖς Ησαιας Οὕτως ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν Τάδε λέγει κύριος Μὴ φοβηθῇς ἀπὸ τῶν λόγων, ὧν ἤκουσας, οὓς ὠνείδισάν με οἱ πρέσβεις βασιλέως Ἀσσυρίων·
7ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς αὐτὸν πνεῦμα, καὶ ἀκούσας ἀγγελίαν ἀποστραφήσεται εἰς τὴν χώραν αὐτοῦ καὶ πεσεῖται μαχαίρᾳ ἐν τῇ γῇ αὐτοῦ.
8Καὶ ἀπέστρεψεν Ραψακης καὶ κατέλαβεν πολιορκοῦντα τὸν βασιλέα Λομναν. καὶ ἤκουσεν βασιλεὺς Ἀσσυρίων ὅτι
9ἐξῆλθεν Θαρακα βασιλεὺς Αἰθιόπων πολιορκῆσαι αὐτόν· καὶ ἀκούσας ἀπέστρεψεν καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Εζεκιαν λέγων
10Οὕτως ἐρεῖτε Εζεκια βασιλεῖ τῆς Ιουδαίας Μή σε ἀπατάτω ὁ θεός σου, ἐφ ᾧ πεποιθὼς εἶ ἐπ αὐτῷ λέγων Οὐ μὴ παραδοθῇ Ιερουσαλημ εἰς χεῖρας βασιλέως Ἀσσυρίων.
Commentaires sur Ésaïe 37
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires