Ésaïe 30
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Ésaïe 30:1-17

1Οὐαὶ τέκνα ἀποστάται, τάδε λέγει κύριος, ἐποιήσατε βουλὴν οὐ δι ἐμοῦ καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου προσθεῖναι ἁμαρτίας ἐφ ἁμαρτίαις,

2οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον, ἐμὲ δὲ οὐκ ἐπηρώτησαν, τοῦ βοηθηθῆναι ὑπὸ Φαραω καὶ σκεπασθῆναι ὑπὸ Αἰγυπτίων.

3ἔσται γὰρ ὑμῖν ἡ σκέπη Φαραω εἰς αἰσχύνην καὶ τοῖς πεποιθόσιν ἐπ Αἴγυπτον ὄνειδος.

4ὅτι εἰσὶν ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροί·

5μάτην κοπιάσουσιν πρὸς λαόν, ὃς οὐκ ὠφελήσει αὐτοὺς οὔτε εἰς βοήθειαν οὔτε εἰς ὠφέλειαν, ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος.

6Ἡ ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ. Ἐν τῇ θλίψει καὶ τῇ στενοχωρίᾳ, λέων καὶ σκύμνος λέοντος ἐκεῖθεν καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν πρὸς ἔθνος ὃ οὐκ ὠφελήσει αὐτοὺς εἰς βοήθειαν, ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος.

7Αἰγύπτιοι μάταια καὶ κενὰ ὠφελήσουσιν ὑμᾶς· ἀπάγγειλον αὐτοῖς ὅτι Ματαία ἡ παράκλησις ὑμῶν αὕτη.

8Νῦν οὖν καθίσας γράψον ἐπὶ πυξίου ταῦτα καὶ εἰς βιβλίον, ὅτι ἔσται εἰς ἡμέρας καιρῶν ταῦτα καὶ ἕως εἰς τὸν αἰῶνα.

9ὅτι λαὸς ἀπειθής ἐστιν, υἱοὶ ψευδεῖς, οἳ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον τοῦ θεοῦ,

10οἱ λέγοντες τοῖς προφήταις Μὴ ἀναγγέλλετε ἡμῖν, καὶ τοῖς τὰ ὁράματα ὁρῶσιν Μὴ λαλεῖτε ἡμῖν, ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν

11καὶ ἀποστρέψατε ἡμᾶς ἀπὸ τῆς ὁδοῦ ταύτης, ἀφέλετε ἀφ ἡμῶν τὸν τρίβον τοῦτον καὶ ἀφέλετε ἀφ ἡμῶν τὸν ἅγιον τοῦ Ισραηλ.

12διὰ τοῦτο οὕτως λέγει κύριος ὁ ἅγιος τοῦ Ισραηλ Ὅτι ἠπειθήσατε τοῖς λόγοις τούτοις καὶ ἠλπίσατε ἐπὶ ψεύδει καὶ ὅτι ἐγόγγυσας καὶ πεποιθὼς ἐγένου ἐπὶ τῷ λόγῳ τούτῳ,

13διὰ τοῦτο ἔσται ὑμῖν ἡ ἁμαρτία αὕτη ὡς τεῖχος πῖπτον παραχρῆμα πόλεως ὀχυρᾶς ἑαλωκυίας, ἧς παραχρῆμα πάρεστιν τὸ πτῶμα,

14καὶ τὸ πτῶμα αὐτῆς ἔσται ὡς σύντριμμα ἀγγείου ὀστρακίνου, ἐκ κεραμίου λεπτὰ ὥστε μὴ εὑρεῖν ἐν αὐτοῖς ὄστρακον ἐν ᾧ πῦρ ἀρεῖς καὶ ἐν ᾧ ἀποσυριεῖς ὕδωρ μικρόν.

15οὕτω λέγει κύριος ὁ ἅγιος τοῦ Ισραηλ Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ καὶ γνώσῃ ποῦ ἦσθα· ὅτε ἐπεποίθεις ἐπὶ τοῖς ματαίοις, ματαία ἡ ἰσχὺς ὑμῶν ἐγενήθη. καὶ οὐκ ἠβούλεσθε ἀκούειν,

16ἀλλ εἴπατε Ἐφ ἵππων φευξόμεθα· διὰ τοῦτο φεύξεσθε· καὶ εἴπατε Ἐπὶ κούφοις ἀναβάται ἐσόμεθα· διὰ τοῦτο κοῦφοι ἔσονται οἱ διώκοντες ὑμᾶς.

17διὰ φωνὴν ἑνὸς φεύξονται χίλιοι, καὶ διὰ φωνὴν πέντε φεύξονται πολλοί, ἕως ἂν καταλειφθῆτε ὡς ἱστὸς ἐπ ὄρους καὶ ὡς σημαίαν φέρων ἐπὶ βουνοῦ.

Lire Ésaïe 30 en entier

Commentaires sur Ésaïe 30

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org