Septante (AT)
Osée 8:4-6
4ἑαυτοῖς ἐβασίλευσαν καὶ οὐ δι ἐμοῦ, ἦρξαν καὶ οὐκ ἐγνώρισάν μοι· τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν ἐποίησαν ἑαυτοῖς εἴδωλα, ὅπως ἐξολεθρευθῶσιν.
5ἀπότριψαι τὸν μόσχον σου, Σαμάρεια· παρωξύνθη ὁ θυμός μου ἐπ αὐτούς· ἕως τίνος οὐ μὴ δύνωνται καθαρισθῆναι ἐν τῷ Ισραηλ ;
6ἐν τῷ Ισραηλ ; καὶ αὐτὸ τέκτων ἐποίησεν, καὶ οὐ θεός ἐστιν· διότι πλανῶν ἦν ὁ μόσχος σου, Σαμάρεια.
Commentaires sur Osée 8
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires