Genèse 47
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Genèse 47:14-18

14συνήγαγεν δὲ Ιωσηφ πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν γῇ Αἰγύπτου καὶ ἐν γῇ Χανααν τοῦ σίτου, οὗ ἠγόραζον καὶ ἐσιτομέτρει αὐτοῖς, καὶ εἰσήνεγκεν Ιωσηφ πᾶν τὸ ἀργύριον εἰς τὸν οἶκον Φαραω.

15καὶ ἐξέλιπεν πᾶν τὸ ἀργύριον ἐκ γῆς Αἰγύπτου καὶ ἐκ γῆς Χανααν. ἦλθον δὲ πάντες οἱ Αἰγύπτιοι πρὸς Ιωσηφ λέγοντες Δὸς ἡμῖν ἄρτους, καὶ ἵνα τί ἀποθνῄσκομεν ἐναντίον σου ; ἐκλέλοιπεν γὰρ τὸ ἀργύριον ἡμῶν.

16εἶπεν δὲ αὐτοῖς Ιωσηφ Φέρετε τὰ κτήνη ὑμῶν, καὶ δώσω ὑμῖν ἄρτους ἀντὶ τῶν κτηνῶν ὑμῶν, εἰ ἐκλέλοιπεν τὸ ἀργύριον.

17ἤγαγον δὲ τὰ κτήνη πρὸς Ιωσηφ, καὶ ἔδωκεν αὐτοῖς Ιωσηφ ἄρτους ἀντὶ τῶν ἵππων καὶ ἀντὶ τῶν προβάτων καὶ ἀντὶ τῶν βοῶν καὶ ἀντὶ τῶν ὄνων καὶ ἐξέθρεψεν αὐτοὺς ἐν ἄρτοις ἀντὶ πάντων τῶν κτηνῶν αὐτῶν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ.

18ἐξῆλθεν δὲ τὸ ἔτος ἐκεῖνο, καὶ ἦλθον πρὸς αὐτὸν ἐν τῷ ἔτει τῷ δευτέρῳ καὶ εἶπαν αὐτῷ Μήποτε ἐκτριβῶμεν ἀπὸ τοῦ κυρίου ἡμῶν· εἰ γὰρ ἐκλέλοιπεν τὸ ἀργύριον καὶ τὰ ὑπάρχοντα καὶ τὰ κτήνη πρὸς σὲ τὸν κύριον, καὶ οὐχ ὑπολείπεται ἡμῖν ἐναντίον τοῦ κυρίου ἡμῶν ἀλλ ἢ τὸ ἴδιον σῶμα καὶ ἡ γῆ ἡμῶν.

Lire Genèse 47 en entier

Commentaires sur Genèse 47

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org