Septante (AT)
Genèse 46:12-20
12υἱοὶ δὲ Ιουδα· Ηρ καὶ Αυναν καὶ Σηλωμ καὶ Φαρες καὶ Ζαρα· ἀπέθανεν δὲ Ηρ καὶ Αυναν ἐν γῇ Χανααν· ἐγένοντο δὲ υἱοὶ Φαρες Ασρων καὶ Ιεμουηλ.
13υἱοὶ δὲ Ισσαχαρ· Θωλα καὶ Φουα καὶ Ιασουβ καὶ Ζαμβραμ.
14υἱοὶ δὲ Ζαβουλων· Σερεδ καὶ Αλλων καὶ Αλοηλ.
15οὗτοι υἱοὶ Λειας, οὓς ἔτεκεν τῷ Ιακωβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας, καὶ Διναν τὴν θυγατέρα αὐτοῦ· πᾶσαι αἱ ψυχαί, υἱοὶ καὶ θυγατέρες, τριάκοντα τρεῖς.
16υἱοὶ δὲ Γαδ· Σαφων καὶ Αγγις καὶ Σαυνις καὶ Θασοβαν καὶ Αηδις καὶ Αροηδις καὶ Αροηλις.
17υἱοὶ δὲ Ασηρ· Ιεμνα καὶ Ιεσουα καὶ Ιεουλ καὶ Βαρια, καὶ Σαρα ἀδελφὴ αὐτῶν. υἱοὶ δὲ Βαρια· Χοβορ καὶ Μελχιηλ.
18οὗτοι υἱοὶ Ζελφας, ἣν ἔδωκεν Λαβαν Λεια τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκεν τούτους τῷ Ιακωβ, δέκα ἓξ ψυχάς.
19υἱοὶ δὲ Ραχηλ γυναικὸς Ιακωβ· Ιωσηφ καὶ Βενιαμιν.
20ἐγένοντο δὲ υἱοὶ Ιωσηφ ἐν γῇ Αἰγύπτῳ, οὓς ἔτεκεν αὐτῷ Ασεννεθ θυγάτηρ Πετεφρη ἱερέως Ἡλίου πόλεως, τὸν Μανασση καὶ τὸν Εφραιμ. ἐγένοντο δὲ υἱοὶ Μανασση, οὓς ἔτεκεν αὐτῷ ἡ παλλακὴ ἡ Σύρα, τὸν Μαχιρ· Μαχιρ δὲ ἐγέννησεν τὸν Γαλααδ. υἱοὶ δὲ Εφραιμ ἀδελφοῦ Μανασση· Σουταλααμ καὶ Τααμ. υἱοὶ δὲ Σουταλααμ· Εδεμ.
Commentaires sur Genèse 46
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires