Septante (AT)
Genèse 30:14-24
14Ἐπορεύθη δὲ Ρουβην ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ εὗρεν μῆλα μανδραγόρου ἐν τῷ ἀγρῷ καὶ ἤνεγκεν αὐτὰ πρὸς Λειαν τὴν μητέρα αὐτοῦ. εἶπεν δὲ Ραχηλ τῇ Λεια Δός μοι τῶν μανδραγορῶν τοῦ υἱοῦ σου.
15εἶπεν δὲ Λεια Οὐχ ἱκανόν σοι ὅτι ἔλαβες τὸν ἄνδρα μου ; μὴ καὶ τοὺς μανδραγόρας τοῦ υἱοῦ μου λήμψῃ ; εἶπεν δὲ Ραχηλ Οὐχ οὕτως· κοιμηθήτω μετὰ σοῦ τὴν νύκτα ταύτην ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ σου.
16εἰσῆλθεν δὲ Ιακωβ ἐξ ἀγροῦ ἑσπέρας, καὶ ἐξῆλθεν Λεια εἰς συνάντησιν αὐτῷ καὶ εἶπεν Πρός με εἰσελεύσῃ σήμερον· μεμίσθωμαι γάρ σε ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ μου. καὶ ἐκοιμήθη μετ αὐτῆς τὴν νύκτα ἐκείνην.
17καὶ ἐπήκουσεν ὁ θεὸς Λειας, καὶ συλλαβοῦσα ἔτεκεν τῷ Ιακωβ υἱὸν πέμπτον.
18καὶ εἶπεν Λεια Ἔδωκεν ὁ θεὸς τὸν μισθόν μου ἀνθ οὗ ἔδωκα τὴν παιδίσκην μου τῷ ἀνδρί μου· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ισσαχαρ, ὅ ἐστιν Μισθός.
19καὶ συνέλαβεν ἔτι Λεια καὶ ἔτεκεν υἱὸν ἕκτον τῷ Ιακωβ.
20καὶ εἶπεν Λεια Δεδώρηταί μοι ὁ θεὸς δῶρον καλόν· ἐν τῷ νῦν καιρῷ αἱρετιεῖ με ὁ ἀνήρ μου, ἔτεκον γὰρ αὐτῷ υἱοὺς ἕξ· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ζαβουλων.
21καὶ μετὰ τοῦτο ἔτεκεν θυγατέρα καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Δινα.
22Ἐμνήσθη δὲ ὁ θεὸς τῆς Ραχηλ, καὶ ἐπήκουσεν αὐτῆς ὁ θεὸς καὶ ἀνέῳξεν αὐτῆς τὴν μήτραν,
23καὶ συλλαβοῦσα ἔτεκεν τῷ Ιακωβ υἱόν. εἶπεν δὲ Ραχηλ Ἀφεῖλεν ὁ θεός μου τὸ ὄνειδος·
24καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιωσηφ λέγουσα Προσθέτω ὁ θεός μοι υἱὸν ἕτερον.
Commentaires sur Genèse 30
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires