Esdras 2
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Esdras 2:2-35

2οἳ ἦλθον μετὰ Ζοροβαβελ· Ἰησοῦς, Νεεμιας, Σαραιας, Ρεελιας, Μαρδοχαιος, Βαλασαν, Μασφαρ, Βαγουι, Ρεουμ, Βαανα. ἀνδρῶν ἀριθμὸς λαοῦ Ισραηλ·

3υἱοὶ Φορος δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο.

4υἱοὶ Σαφατια τριακόσιοι ἑβδομήκοντα δύο.

5υἱοὶ Ηρα ἑπτακόσιοι ἑβδομήκοντα πέντε.

6υἱοὶ Φααθμωαβ τοῖς υἱοῖς Ιησουε Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα δύο.

7υἱοὶ Αιλαμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες.

8υἱοὶ Ζαθουα ἐννακόσιοι τεσσαράκοντα πέντε.

9υἱοὶ Ζακχου ἑπτακόσιοι ἑξήκοντα.

10υἱοὶ Βανουι ἑξακόσιοι τεσσαράκοντα δύο.

11υἱοὶ Βαβι ἑξακόσιοι εἴκοσι τρεῖς.

12υἱοὶ Ασγαδ τρισχίλιοι διακόσιοι εἴκοσι δύο.

13υἱοὶ Αδωνικαμ ἑξακόσιοι ἑξήκοντα ἕξ.

14υἱοὶ Βαγοι δισχίλιοι πεντήκοντα ἕξ.

15υἱοὶ Αδιν τετρακόσιοι πεντήκοντα τέσσαρες.

16υἱοὶ Ατηρ τῷ Εζεκια ἐνενήκοντα ὀκτώ.

17υἱοὶ Βασου τριακόσιοι εἴκοσι τρεῖς.

18υἱοὶ Ιωρα ἑκατὸν δέκα δύο.

19υἱοὶ Ασεμ διακόσιοι εἴκοσι τρεῖς.

20υἱοὶ Γαβερ ἐνενήκοντα πέντε.

21υἱοὶ Βαιθλεεμ ἑκατὸν εἴκοσι τρεῖς.

22υἱοὶ Νετωφα πεντήκοντα ἕξ.

23υἱοὶ Αναθωθ ἑκατὸν εἴκοσι ὀκτώ.

24υἱοὶ Ασμωθ τεσσαράκοντα δύο.

25υἱοὶ Καριαθιαριμ, Καφιρα καὶ Βηρωθ ἑπτακόσιοι τεσσαράκοντα τρεῖς.

26υἱοὶ Αραμα καὶ Γαβαα ἑξακόσιοι εἴκοσι εἷς.

27ἄνδρες Μαχμας ἑκατὸν εἴκοσι δύο.

28ἄνδρες Βαιθηλ καὶ Αια τετρακόσιοι εἴκοσι τρεῖς.

29υἱοὶ Ναβου πεντήκοντα δύο.

30υἱοὶ Μαγεβως ἑκατὸν πεντήκοντα ἕξ.

31υἱοὶ Ηλαμ – αρ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες.

32υἱοὶ Ηραμ τριακόσιοι εἴκοσι.

33υἱοὶ Λοδ, Αρωθ καὶ Ωνω ἑπτακόσιοι εἴκοσι πέντε.

34υἱοὶ Ιεριχω τριακόσιοι τεσσαράκοντα πέντε.

35υἱοὶ Σαναα τρισχίλιοι ἑξακόσιοι τριάκοντα.

Lire Esdras 2 en entier

Commentaires sur Esdras 2

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org