Septante (AT)
Ézéchiel 9:4-10
4καὶ εἶπεν πρὸς αὐτόν Δίελθε μέσην τὴν Ιερουσαλημ καὶ δὸς τὸ σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων καὶ τῶν κατωδυνωμένων ἐπὶ πάσαις ταῖς ἀνομίαις ταῖς γινομέναις ἐν μέσῳ αὐτῆς.
5καὶ τούτοις εἶπεν ἀκούοντός μου Πορεύεσθε ὀπίσω αὐτοῦ εἰς τὴν πόλιν καὶ κόπτετε καὶ μὴ φείδεσθε τοῖς ὀφθαλμοῖς ὑμῶν καὶ μὴ ἐλεήσητε·
6πρεσβύτερον καὶ νεανίσκον καὶ παρθένον καὶ νήπια καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν, ἐπὶ δὲ πάντας, ἐφ οὕς ἐστιν τὸ σημεῖον, μὴ ἐγγίσητε· καὶ ἀπὸ τῶν ἁγίων μου ἄρξασθε. καὶ ἤρξαντο ἀπὸ τῶν ἀνδρῶν τῶν πρεσβυτέρων, οἳ ἦσαν ἔσω ἐν τῷ οἴκῳ.
7καὶ εἶπεν πρὸς αὐτούς Μιάνατε τὸν οἶκον καὶ πλήσατε τὰς ὁδοὺς νεκρῶν ἐκπορευόμενοι καὶ κόπτετε.
8καὶ ἐγένετο ἐν τῷ κόπτειν αὐτοὺς καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἀνεβόησα καὶ εἶπα Οἴμμοι, κύριε, ἐξαλείφεις σὺ τοὺς καταλοίπους τοῦ Ισραηλ ἐν τῷ ἐκχέαι σε τὸν θυμόν σου ἐπὶ Ιερουσαλημ ;
9καὶ εἶπεν πρός με Ἀδικία τοῦ οἴκου Ισραηλ καὶ Ιουδα μεμεγάλυνται σφόδρα σφόδρα, ὅτι ἐπλήσθη ἡ γῆ λαῶν πολλῶν, καὶ ἡ πόλις ἐπλήσθη ἀδικίας καὶ ἀκαθαρσίας· ὅτι εἶπαν Ἐγκαταλέλοιπεν κύριος τὴν γῆν, οὐκ ἐφορᾷ ὁ κύριος.
10καὶ οὐ φείσεταί μου ὁ ὀφθαλμός, οὐδὲ μὴ ἐλεήσω· τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα.
Commentaires sur Ézéchiel 9
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires